Ancient Greek
80.1 to 80.14
Gregorius Palamas, Homiliae 80.1-14
Unproofread scanNot analysed yet
ἀναπνοῆς ἀθρόας διεκπνεῖσθαι μὴ δυναμένης διὰ τὴν τῶν ὁργάνων ἄτακτον συγκίνησιν, ἀλλὰ καὶ τῶ πλήθει τῶ ὑγροῦ συναναφυρομένης ὁ ἀφρὸς ἐπιγίνεται τοῖς πάσχουσιν. Οὕτως ἤφριζέ τε καὶ ἔτριζε τοὺς ὀδόντας, δεινῶς προσαρασσομένους καὶ μανικῶς ἐπιθηγομένους ὁ δαίμων ἐκεῖνος. Ἐξηραίνετο δὲ μετὰ ταῦτα ὑπὸ τῆς σφοδροτέρας ἐπηρείας τῶ δαιμονίου· καθάπερ γὰρ ὑπὸ τῆς θέρμης τῆς ἡλιακῆς ἀκτῖνος οἱ ἀτμοὶ κινούμενοι, ἂν αὕτη σφοδροτέρα ᾖ, ὑπ´ αὐτῆς πάλιν καὶ ἀφανίζονται τελέως διαφορηθέντες, οὕτω καὶ ὑπὸ τῆς τῶ δαίμονος ἐπηρείας ἡ τὴν σπλάγχνων ὑγρότης ἐκδιδομένη, ἂν ἐκείνη σφοδροτέρα ᾗ, μετ´ οὐ πολὸ δαπανᾶται καὶ ἡ τῆς σαρκὸς ἔμυυτος ἰκμάς, καὶ ὁ δαιμονῶν ἐκείνου καταξηραίνεται. Ὁ δὲ τῶ δαιμονῶντος πατὴρ προσετίθει πρὸς τὸν Κύριον, λέγων, ὅτι εἶπε τοῖς μαθηταῖς ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν· ὁ δὲ Κύριος οὐ πρὸς αὐτὸν μόνον, ἀλλὰ καὶ πρὸς πάντας ἀποτεινόμενος, «Ὦ γενεὰ, φησὶν, ἄπιστος, ἕως πότε πρὸς θμᾶς, ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν;» Δοκεῖ μοι τοὺς τηνικαῦτα παρόντας τῶν Ἰουδαίων ἀφορμῆς λαβομένους, τῷ μὴ δυνηθῆναι τοὺς μαθητὰς ἐξελάσαι τὸν δαίμονα, μὴ μέτριά τινα βλασφημῆσαι· τί γὰρ ἂν οὐκ εἶπον ἀφορμῆς λαβόμενοι οἱ, καὶ τῶν θαυμάτων τελουμένων, τῆς βλασφημίας οὐκ ἀφιέμενοι; Τοὺς οὖν γογγυσμοὺς τούτων εἰδὼς ὁ Κύριος, πόῤῥωθεν ἐξελέγχει καὶ καταισχύνει τούτους, οὐ διὰ λόγων μόνων πληκτικωτέρων, ἀλλὰ καὶ δι´ ἔργων τε καὶ λόγων φιλανθρωπίας γεμόντων· προστάττει γὰρ λέγων· Φέρετέ μοι αὐτὸν ὧδε, καὶ ἤνεγκαν, καὶ ἰδὸν τὸν Κύριον τὸ δαιμόνιον ἐσπάραξς τὸν ἄν ρωπον, καὶ πεσὼν ἐκυλίετο ἀφρίζων· συνεχωρεῖτο γὰρ φανερὰν ποιῆσαι τὴν ἰδίαν κακίαν. Ὁ δὲ Κύριος ἐπηρώτα τὸν πατέρα τῶ παιδός· «Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ;» Ταύτην δὲ τὴν ἐρώτησιν ὑπὸ φιλανθρωπίας ποιεῖται ὁ Κύριος, πρὸς πίστιν καὶ τὴν μετὰ πίστεως δέησιν ἐνάγων αὐτόν· Κτοσοῦτο γὰρ ἀπεῖχε τῶ πιστεύειν ὁ ἄνθρωπος οὗτος, ὡς μηδὲ ὑπὲρ τῆς σωτηρίας τῶ παιδὸς ἱκετεύειν·