Ancient Greek
79
Gregorius Palamas, Homiliae 79
Unproofread scanNot analysed yet
φοῦ δαιμονίου, ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτὸ, πρὸς αὐτοὺς ὁ Κυριος ἔφη· «Τουτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστεία.» Καὶ τάχα διὰ τοῦτο μετὰ τὴν ἐπ´ ὄρους προσευχὴν καὶ τὴν κατ´ αὐτὴν ἐμφάνειαν τῆς θεϊκῆς αὐγῆς, καταβὰς εὐθὺς ἐπὶ τὸν τόπον ἔρχεται ἔνθα ὁ τῷ δαίμονι ἐκείνῳ κάτοχος ἦν. «Τοὺς γὰρ ἐγκρίτους τῶν μαθητῶν, φησὶ, παραλαβὼν ἀνέβη εἰς τὸ ὄρος ποοσεύξασθαι, καὶ ἔλαμψεν ὡς ὁ ἥλιος· καὶ ἰδοὺ ὤφθησαν αὐτῷ συλλαλοῦντες Μωϋσῆς καὶ Ἡλίας,» οἱ μάλιστα σχεδὸν πάντων ἀνθρώπων τὴν προσευχήν καὶ τὴν νηστείαν ἀσκήσαντες· δεικνύντι καὶ διὰ τῆς ἐν τῇ προσευχῇ παρουσίας αὐτῶν τὸ τῆς προσευχῆς καὶ τῆς νηστείας συνῳδὸν καὶ φιλάλληλον, ὡς καὶ συλλαλεῖν οἷον τῇ προσευχῇ τὴν νηστείαν ὁμιλούσῃ πρὸς Κύριον. Εἰ γὰρ φωνὴ αἷματος παθόντος ελ βοᾷ πρὸς Κύριον, καθάπερ αὐτὸς πρὸς τὸν Κάῖν φησὶν, ὡς διὰ Μωσέως ἐμάθομεν, πάντως καὶ τὰ τοῦ σώματος μέρη καὶ μέλη πάντα τῇ νηστείᾳ κακοπαθοῦντα βοήσει πρὸς Κύριον, καὶ τῇ προσευχῇ συλλαλήσαντα τοῦ νηστεύοντος, καὶ οἷον συμπροσευξάμενα, δικαίως εὐπροσδεκτοτέραν ταύτην ἐργάσεται, καὶ δικαιώσει τὸν ἑκουσίως ὑφιστάμενον τῆς νηστείας τὸν πόνον. Μετὰ δὴ τὸ προσεύξασθαι καὶ λάμψαι θείως, καταβὰς ἐκ τοῦ ὄρους ὁ Κύριος, ἔρχεται πρὸς τὸν ὄχλον καὶ τοὺς μαθητὰς, οἷς προσηνέχθη ὁ τὸ δαιμόνιον ἔχων ἐκεῖνος, ἵν´ ὥσπερ ἔδειξεν ἐπ´ ὄρους ἐκεῖνο νηστείας καὶ προσευχῆς ὑπάρχον βραβεῖον, οὐ μέγα μόνον, ἀλλὰ καὶ ὑπὲρ θείαν λαμπρότητα· οὕτω καταβὰς ἐπιδείξει τούτων τεὶ κατὰ τὴν παροῦσαν τῶν ἱερῶν νηστειῶν κυΚριώνυμον ἡμέραν ἐπ´ ἐκκλησίας ἔθος τὰ περὶ τοῦ θαύματος ἀναγινώσκεσθαι τούτου, φέρε τὴν αὐτὸ καταγγέλλουσαν εὐαγγελικὴν ῥῆσιν ἄνωθεν ἐπέλθωμεν ἅπασαν. Ἐλθόντι γοῦν, φησί, τῷ Ἰησοῦ πρὸς τοὺς μαθητὰς καὶ τοὺς αὐτοῖς συμπαρόντας, καὶ ἐρωτήσαντι, τίς ὁ πρὸς ἀλλήλους λόγος, ἀποκριθεὶς Σξεἶς ἐκ τοῦ ὄχλου εἶπε· «Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σὲ ἔχοντα πνεῦμα ἄλαλον, καὶ ὅπου ἂν αὐτὸν καταλάβη, ῥήσσει αὐτὸν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ καὶ ξηραίνεται.» Πῶς οὖν ἤφριζεν οὗτος καὶ ἔτριζε τοὺς ὀδόντας καὶ ἐξηραίνετο; Τοῦ δαιμονῶντος πρῶτόν τε καὶ μᾶλλον τῶν ἄλλων μορίων τοῦ σώματος ὁ ἐγκέφαλος πάσχει· τῷ γὰρ ἐν τούτῳ ψυχικῷ πνεύματι ὡς ὀχήματι χρῆται ὁ δαίμων, καὶ ἀπὸ τούτου, καθάπερ ἐξ ἀκροπόλεώς τινος καταδυναστεύει παντὸς τοῦ σώματος· τοῦ δὲ ἐγκεφάλου πάσχοντος, σύῤῥοιά τις ἐκεῖθεν ἀφίεται φυσσώδης ὁμοῦ καὶ φλεγματώδης ἐπὶ τὰ νεῦρα καὶ τοὺς μῦας τοῦ σώματος, τοῦ ψυχικοῦ πνεύματος τὰς διεξόδους ἐμφράττουσα· καὶ κλόνος ἐντεῦθεν καὶ ῥῆξις καὶ κίνησις ἀπροαίρετος πᾶσι τοῖς προαιρετικοῖς μορίοις ἐγγίνεται, μάλιστα δὲ ταῖς γνάθοις, ὡς μάλιστα πλησιαζούσαις τῷ πρωτοπαθήσαντι μορίῳ. Πολλοῦ δὲ τοῦ ὑγροῦ μᾶλλον ἐπὶ τὸ στόμα καταφερομένου διά τε τὸ χώρημα τῶν πόρων καὶ τὴν πρὸς τὸν ἐγκέφαλον ἐγγύτητα, τῆς τε