Ancient Greek
88
Gregorius Palamas, Homiliae 88
Unproofread scanNot analysed yet
τῆς εὐποιίας πλησίον ἐποίησαν· διὰ ταύτην ἄρα τὴν ἀνομοιότητα οὔτε οἷδεν, οὔτε εἰσοικίζει τοὺς τοιούτους ὁ ἀγαθός. Εἰ δὲ οὗτος οὕτως, καὶ οἱ κατ´ αὐτὸν κἀνταῦθα ζήσαντες, κἀκεῖ συμβασιλεύσοντες, τὰ αὐτὰ δήπου τοῖς μὴ παραπλησίοις τὴν ἀρετὴν τῶν καθ´ αἷμα προσῳκειωμένων ἐροῦσιν· ἢ ἂν εἴπῃ τις, Παῖς ἐγὼ σὸς, πατὴρ αὐτὸς ἦν, ἀδελφὸς ἔγωγε· ἀλλ´ ὁ μὲν φεῦ! ἀκούσει, ὡς Ἀδελφὸς οὐ λυτροῦται· ὁ δὲ, Πατὴρ οὐδεὶς, εἰ μὴ εἶς ὁ Θεός· ὁ δ´, Εἰ τέκνον ἦς ἐμὸν, μιμητὴς ἂν ἦς ἐμὸς, νῦν δ´, ἐκείνου τοῦ πατρὸς εἶ, οὗ καὶ τῶν ἐπιθυμιῶν ἐργάτης. ἄπιθι τούτῳ συνδιαιωνίσων· ἐγὼ γὰρ οὐκ οἰδά σε· πάντα γὰρ ὅσα τοῦ Θεοῦ ἐμὰ, σὺ δ´ οὐ τοῦ Θεοῦ· τοὐμόν καὶ τὸ σὸν ἀπελήλαται τῶν ὧδε, ὃ καὶ εἰς τὸν ἐπιλελοιπότα βίον ἐκεῖνον ἡμεῖς ἐμισήσαμεν· διὸ καὶ τῆς βασιλείας ταύτης κληρονόμοι γεγόναμεν ἔῆμα, δεσμὸς ἀγάπης ἀπῆν, καὶ ὁ Χριστὸς ἀπελήλαται· οὓς τὸ πάθος ἐκράτει τοῦτο, καὶ τότε φιλαυτίαν, φιλαργυρίαν, μισαδελφίαν, καὶ πᾶν εἶδος κακίας αὐτοῖς προὐξένει, καὶ νῦν αὐτοὺς καταισχύνει. φοβηθῶμεν οὖν, ἀδελφοί, τὰ τοιαῦτα, παρακαλῶ· φρικτὰ γὰρ ὄντως. Οἰκονομήσωμεν τὰ καθ´ ἡμᾶς, ώς Θεῷ φίλον· ἀφήσωμεν ἵνα ἀφεθῶμεν, ἐλεήσωμεν ἵνα πολλαπλασίως ἐλεηθῶμεν· εἰς ἑαυτὸν γὰρ ὰ δι´ ἡμᾶς πτωχεύσας τὴν ἐλεημοσύνην ἀναδεχόμενος, μεγαλόδωρος ὢν, πολυπλασιάζει τὴν ἀμοιβήν· ἢ τοίνυν ἔστω τις κατ´ ἐκεῖνον πτωχὸς, καὶ σὺν ἐκείνῳ ζήσεται, ἢ κοινωνείτω τοῖς δι´ ἐκεῖνον πτωχοῖς, καὶ διὰ τούτων σωθήσεται. Κτησώμεθα σπλάγχνα οἰκ ιρμῶν· δῶμεν οἵκοθεν τεκμήριον τῆς πρὸς τὸν ἀδελφὸν ἀγάπης, καὶ τῆς πρὸς τὸν κοινὸν Πατέρα καὶ δεσπότην εὐνοίας· καιρὸν δὲ τῶν ν στίμων τούτων ἡμερῶν εὐπροσδεκτότερον οὐχ εὐρήσει τις πρὸς τὰ τοιαῦτα· τῇ γὰρ νηστείᾳ συνάψας τὸν ἔλεον, πᾶν ἁμάρτημα ἀπαλείψει, καὶ μετὰ παῤῥησίας τὰ σωτήρια προσκυνήσει πάθη, καὶ τῇ ἀναστάσει Χριστοῦ συνευφρανθήσεται, καὶ τῆς αἰωνίας ἀπολυτρώσεως τεύξεται· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν ΟΜΙΛΙΑ Δʹ. Εἰς τὸν Εὐαγγελισμὸν τῆς πανυπεράγνου δεσαοίνης ἡμών θεοτόκου καὶ ἀειπαρθένου αΕίας. Ὁμὲν ψαλμῳδὸς Προφήτης ἀπαριθμούμενος τὰ τῆς κτίσεως εἴδη, καὶ τὴν ἐν αὐτοῖς σοφίαν τοῦ θεοῦ καθορῶν, τοῦ θαύματος ὅλως γεγονὼς, μεταξὺ γράφων ἐξεβόησεν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.» Ἐμοὶ δὲ νῦν. τίς ἐφαρμόσει λόγος πρὸς ὕμνον ἐξαγγέλλειν πειρωμένῳ πρὸς δύναμιν τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ τὰ πάντα κτίσαντος Λόγου; Εἰ γὰρ θαύματος γέμει τὰ ὄντα, καὶ τὸ ἐκ μὴ ὄντων ταῦτα προελθεῖν εἰς τὰ ὄντα θεῖον καὶ πολυύμνητον, πόσῳ θαυμαΙΙΟΛΙΙΙΑ ΧΓΝ.