Ancient Greek
89
Gregorius Palamas, Homiliae 89
Unproofread scanNot analysed yet
σιώτερον καὶ θειότερον, καὶ παρ´ ἡμῶν ὑμνεῖσθαι ἀναγκαιότερον, τὸ γενέσθαι τι τῶν ὄντων Θεὸν, καὶ οὐχ ἁπλῶς Θεὸν, ἀλλὰ τὸν ὄντως ὄντα Θεὸν, καὶ ταῦτα τὴν μηδὲ φυλάξαι δυνηθεῖσαν, ἢ βουληθεί σαν, τὸ καθ´ ὃ γέγονεν ἡμετέραν φύσιν, καὶ διὰ τοῦτο δικαίως εἰς τὰ κατώτατα τῆς γῆς ἀπωσθεῖσαν; Τοσοῦτο γὰρ μέγα καὶ θεῖον, ἀπόῤῥητόν τε καὶ ἀνεννόητον, τὴν ἡμετέραν φύσιν γενέσθαι ὁμόθεον, καὶ νοδον, ὡς καὶ τοῖς ἀγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις, καὶ αὐτοῖς τοῖς προφήταις, καίτοι διὰ Πνεύματος ὁρῶσιν, ἀνεπίγνωστον ὄντως μένειν, ἀπὸ τοῦ αἰῶνος ὑπάρχον κεκρυμμένον μυστήριον· καὶ τί λέγω πρὶν εἰς πέρας ἐλθεῖν; Καὶ γεγονὸς γὰρ, οὐχ ὅτι γέγονεν, ἀλλ´ ὅπως γέγονε πάλιν μυστήριον μένει, πιστευόμενον, ἀλλ´ οὐ γινωσκόμενον, προσκυνούμενον, ἀλλ´ οὐ πολυπραγμονούμενον, καὶ προσκυνούμενον τε καὶ πιστευόμενον διὰ μόνου τοῦ Πνεύματος· «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κόριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ·» καὶ τὸ Πνεῦμά ἐστι δι´ οὐ προσκυνοῦμεν καὶ δι´ οὗ προσευχόμεθα, φησὶν ὁ Ἀπόστολος. Ὅτι δὲ μὴ τοῖς ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἀγγέλοις καὶ τοῖς ἀρχαγγέλοις αὐτοῖς ἀπερινόητόν ἐστι τὸ μυστήριον τοῦτο, παρίστησι σαφῶς καὶ τὸ παρ´ ἡμῶν ἑορταζόμενον σήμερον. Εὐηγγελίσατο μὲν γὰρ ὁ ἀρχάγγελος τῇ Παρθένῳ τὴν σύλληψιν· τῆς δὲ μαθεῖν ζητούσης τὸν τρόπον, καὶ πρὸς αὐτὸν εἰπούσης· «Πῶς ἔσται μοι τοῦτο; ἐπεὶ ἄνδρα οὐ γινώσκω·» μηδαμῶς ἔχων ὀ ἀρχάγγελος ἑρμηνεῦσαι τὸν τρόπον, ἐπὶ τὸν Θεὸν καὶ οὗτος κατέφυγε· «Πνεῦμά ἃγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ὧσπερ γὰρ εἰ καὶ τὸν Μωϋσῆν ἤρετό τις, Πῶς ἐκ γῆς ἄνθρωπος; πῶς ἐκ χώματος ὁστᾶ καὶ νεῦρα καὶ σάρξ· πῶς αἰσθητήρια Φ ἐξ ἀναισθήτου, ἀλλὰ καὶ ἐκ τῆς Ἀδαμιαίας πλευρᾶς πῶς πάλιν ἄνθρωπος; πῶς τὸ ὀστοῦν ἐξετάθη καὶ διῃρέθη καὶ ἡνώθη καὶ συνεδέθη; πῶς ἐκ τοῦ ὀστοῦ σπλάγχνα καὶ χυμοὶ διάφοροι, καὶ τἄλλα πάντα; Ὥσπερ οὗν εἴ τις ταῦτα τὸν Μωϋσῆν ἡρώτα, εἶπεν ἄν οὐδὲν πλέον, πλὴν ὅτι ὁ Θεός ἐστιν ὁ χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ποιήσας τὸν Ἀδὰμ, καὶ μίαν τῶν πλευρῶν λαβὼν καὶ τὴν Εὔαν ἐργασάμενος, καὶ τίς μὲν ὁ ποιήσας, εἶπε· τὸν δὲ τρόπον πῶς ἐκεῖνα γέγονεν οὐκ εἶπεν· οὕτω καὶ ὁ Γαβριὴλ, ὅτι μὲν τὸ Πνεῦμά τὸ ἅγιον καὶ ἡ τοῦ Ὑψίστου δύναμις τὸν ἄσπορον ἐργάσονται τόκον, εἶπε· τὸ δὲ πῶς οὐκ εἶπεν. Εἰ γὰρ περὶ τῆς Ἐλισάβετ προῖών μνησθεὶς, ὅτι συνέλαβεν ἐν γήρᾳ καὶ στείμα οὖσα, πλέον ἔσχεν εἰπεῖν οὐδὲν, πλὴν ὅτι οὐκ ἀδυνατήσει τῷ Θεῷ πᾶν ῥῆμα, πῶς ἂν ἐπὶ τῆς ἐν παρθενίᾳ συλλαβούσης καὶ τεκούσης ἔσχεν εἰπεῖν τὸν τρόπον· Ἕχει δὲ ὅμως καὶ πλέον τὸ πρὸς τὴν Παρθένον τοῦ ἀρχαγγέλου λεγόμενον, ἀλλ´ εἰς μυστηρίου μείζονος λόγον· «Ἑπελεύσεται γὰρ, φησί, Πνεῦμά ἄγιον ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι» Διατί; ὅτι καὶ τὸ γεννώμενον οὐ προφήτης, οὐδ´