Ancient Greek · ~7 min
Section 1, lines 1.100-1.146
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.100-146
Not analysed yet
Ἴδω, τί λέξει καὶ τίν’ ἀγγελεῖ λόγον. —
Πότνια, πότνα, σεμνοτάτη παρθένε·
αἰ αἰ, αἰ αἰ·
Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
ἁγνὴ κέκλησαι, τῆσδε γῆς ὅσοι πέδον
ναίουσι, λαμπρὸν φῶς ὁρῶντες ἡλίου·
τανῦν δὲ τάλαιν’ ἡ πάλαι μακαρία.
Τί δ’ ἐστίν; ἦ πω τὶς μ’ ἀποκτεῖναι θέλει;
Οὒκ, ἀλλὰ Παῖς θνήσκει σὸς ὑπ’ ἀλαστόρων.
οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
Ὡς οὐκέτ’ ὄντος Υἱέος φρόντιζε δή.
Ὠ δεινὰ λέξασ’, οὐχὶ συγκλείσεις στόμα
καὶ πᾶν μεθήσεις ἀπρεπὲς ῥῆμ’ ἐκφέρειν;
Τὸν ὄντ’ ἀεὶ γὰρ μηκέτ’ εἶναι πῶς λέγεις;
Εὔφημος ἴσθι, κἄν τί σοι χρεία λέγειν,
λέγ’, ὡς προσήκει, μηδ’ ἀτιμάσῃς Θεὸν.
Γονὰς γὰρ ἀπὸ χρυσέας ἔβλαστε μοι·
καινὸν δὲ πίτνειν αἷμ’ ὑπ’ ἀνέρων Θεοῦ·
θανεῖν τὸν ἀθάνατον οὐκ ἔχει λόγον.
Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην.
Ὠ τλῆμον, οὐκ οἶσθ’, οἷ κακῶν ἐλήλυθας,
καὶ τούσδε κινεῖς κἀναμοχλεύεις λόγους.
Ἠοῦς φανείσης Υἱέος γ’ ὄψει μόρον,
ὡς πάννυχον κρίνουσιν οἱ μιαιφόνοι.
Καίτοι δέδορκ’ ἐνθάδε τῶν Παιδὸς τινὰ
στείχονθ’ ὀπαδῶν, πνεῦμά τ’ ἠρεθισμένον,
σπουδῇ πρὸς ἡμᾶς τόνδ’ ἰθύνοντα δρόμον·
δείκνυσι δ’, ὥς τι καινὸν ἀγγείλῃ παρών.
Τί δήποτ’ ἄρα σημᾶναι νέον θέλει;
Ἴδω, τί λέξαι πνευστιῶν οὗτος θέλει.
Ὀττοτοτοί·
Καλλίστα, πότνα ,σεμνοτάτη Μαρία,
αἲ αἲ αἲ αἲ
ἀπωλόμεσθ’ οὐ δυσμενῶν τάχ’ ὑπό του.
Τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
Ἄγ’ εἰπὲ, τίς φοβεῖ σε φήμ’ αὖθις νέα;
Ἔκλυες, ὤ· ἄιες, ὤ· ἤκουσας, ὃς
ὃς Παῖδα σὸν προὔδωκε τοῖς μιαιφόνοις;
Πρὸς τοῦ τόδ’ ἄλλο καινὸν ἀγγελεῖς κακόν;
Τίς ἐστι; μῶν τις τῶν φιλεῖν ἠλπισμένων;
Ἀργυροδέκτης, δύστροπος μύστης, λέγει,
ἀργυροφύλαξ, ἀργυροτρώκτης πλέον.
οἶμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακὸν,
εἰ τοῖς φιλεῖν δοκοῦσι κατειργάσμεθα·
Ἠ που τετόλμηκ’ ἔργον ἄτολμον τάλας;
Τί δ’ ἐγκαλῶν προὔδωκε παντευεργέτην;
ἢ τίς λαβὴ δράματος ἦν τῷ μαινόλῃ;