Ancient Greek · ~7 min
Section 1, lines 1.147-1.194
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.147-194
Not analysed yet
Ἄκουε τοῦδ’, ὅς σοι τρανῶς πάντ’ ἀγγελεῖ.
Ἄκουε, τλῆμον, ἡ τὸ πρὶν πανολβία,
ἄκουσον, οὕς σοι δυστυχεῖς φέρω λόγους.
Αἲ αἱ· διοιχόμεσθα· δῆλος εἶ λόγῳ·
κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
κακῶν μὲν, ἀληθῶν δ’ ὅμως· τί γὰρ φράσω;
Ἐπεὶ τὸ πάσχα καινὸν, ὡς ἔφη, φάγοι,
μύσταις ἄριστον παραθεὶς, δεῖπνον μέγα,
δείξας δ’ ἐν αἰνιγμοῖσι τὸν λογοπράτην,
ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας
ἔξεισιν, ὡς εἴθιστ᾿, ἐλαιῶν εἰς ὄρος,
εἰπών τε μύσταις πάνθ᾿, ἅπερ τανῦν πάθοι,
καταρτίσας πάντας τε μυσταγωγίαις
πολλοῖς ξὺν ἄλλοις καὶ τάδ’ εἶπε πρὸς Θεὸν·
Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος·
τὸ παρὰ σοὶ γὰρ μὴ λιπὼν ποτὲ κλέος
εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν·
ἔθνη τε διδοῖς πάντ’ ἔχοντι πρὸς σέθεν·
λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων
ὑπερκρεμασθεὶς, αὐγε σαῖν χεροῖν νέμω.
Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου
κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ,
μακάριος τοιάδε διειργασμένος. “
Ὅδ᾿ αὗθις ἀφίησιν ὡς βροτῶν ὄπα
δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ·
„Καὶ πρὶν κλείσας νῦν ελεΐσω σε πλέον. “
Ἐπεὶ δὲ μύσταις ταῦτ’ ἐνηχήθη ξένως,
ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου
πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο,
ὃν οὐδ’ ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον
ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἐγὼν,
ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει·
ὃς δὲ προσιὼν ὡς φίλος Διδασκάλῳ
„Ῥαββὶ,“ προσειπὼν, „χαῖρ᾿,“ ἐφίλει δυστρόπως.
Φεῦ, φεῦ, τί χεῖρον τοῦδε τολμήσειε τις;
Τί γοῦν πρὸς αὐτὸν ἀντέφησε Παῖς ἐμός;
Οὐκ εἶπεν οὐδὲν πλήν· Ἑταῖρ’, ἐφ’ ᾧ πάρει; “
Ἄφαρ δ’ ἔβαλλον χεῖρας οἱ μιαιφόνοι·
ἄμμες δ’ ἀφέντες ἄλλος ἄλλῃ φεύγομεν.
Πέτρος δ’ ὁ κλεινὸς καὶ λόγοις ἀπείπατο,
μόνος δ’ ἐπιστήθιος εἵπετ’ ἀτρέμας.
Ἔδοξα δ’ αὐτὸς ὑπό του πεπυθέναι
σιγῇ λέγοντος ὡς πρὸς αὐτὸν ἠρέμα
τὸν δύστροπον πράτην γε τοῦ Διδασκάλου·
Τῆς ἀσεβείας· ὦ τάλ’, οὐ φοβῇ Θεὸν;
οὐ θεσμὸν αἰδῇ τῶν βροτῶν τῆς οὐσίας
Ἀδάμ τε τὸν σπείραντα γηγενῆ στάχυν
καὶ πατριάρχας ἐκλελεγμένου γένους;