Ancient Greek · ~7 min
Section 1, lines 1.1045-1.1094
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1045-1094
Not analysed yet
σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν.
Αἲ αἴ·
Ἔτλην μεγάλων ἄξια θρήνων ἐγώ.
Ὠ πένθος οὐ μετρητὸν οὐδ’ οἷόν τ᾿ ἰδεῖν.
Φόνον ταλαίναις χερσὶν ἐξειργασạένοι,
τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
εἰς θρῆνον, εἰς δάκρυα· καγκαλὴς ἀγὼν
ἐν αἵμασι στάζουσαν εἰσφέρειν χέρα.
Φεῦ φεῦ· φρονήσαντες μὲν, οἷ’ ἔδράσατε,
ἀλγήσατ᾿ ἄλγος δεινόν· εἰ δ’ ἔως τέλους
ἐν τῷδ’ ἀεὶ μενεῖτ’, ἐν ᾧ καθέστατε,
οὐκ εὐτυχοῦντες δόξετ’ οὐχὶ δυστυχεῖν,
ἀλλ’ οὐκ, ἐγᾦμαι, ταῦτ’ ἀνατὶ παρίῃ.
Τί γὰρ καλόν; τί δ’ ἀσεβῶς τῶνδ’ οὐκ ἔχει;
Ὄλοισθ’ ὄλοισθε, στυγεροὶ μιαιφόνοι,
οἱ Δεσπότην κτανόντες οὐ φροντίζετε,
πᾶσαν τρέμουσαν εἰσορῶντες τὴν κτίσιν,
ἀλλ’ ἐστὲ θήρᾳ τοῦ φόνου γαυρούμενοι.
κακῶς πέπρακται πανταχοῦ, τὶς ἀντερεῖ;
Ἅπας δ’ ἀληθῶς ὁ βροτῶν λυπρὸς βίος·
στέργουσι δ’ αὐτὸν συμφοραῖς νικώμενοι.
Σοὶ δ’ οὐχ ὅμοιον ἄλγος ἀνθρώποις, κόρη,
κἂν οὐ μόνη σὺ σοῦ δ’ ἀπεζύγης τέκνου.
Οὐ γὰρ ὅμοιος σὸς τόκος καὶ τοῦ
ὅμως δὲ πάντα τλησικαρδίως φέρειν
τανῦν προσήκει κάρτα τ’ αὖ πεποιθέναι.
Αἲ αἰ·
Δέδορκά τινα τῶν ἀλαστόρων, κόραι,
οἱ συνέτριψαν τῶν μιαιφόνων σκέλη,
κατευθύνοντα Παιδὸς εἰς ἧπαρ δόρυ.
Δέδοικα δ’ αὐτὸν, μή τι βουλεύσῃ νέον
καὶ δευτέραν μοι συμφορὰν δράσῃ πάλιν,
Παῖδ’ ἢν ἴδοιμι καὶ νέκυν ὑβρισμένον.
Ἰώ μοί μοι·
Θέαμα δεινὸν ὄμμασι βλέπω νέον.
Κατίδετ᾿ ἴδεθ᾿ αἷμα νυγέντος νεκροῦ,
ὁρᾶθ᾿ ὁρᾶτε, πῶς διπλοῦς κρουνοὺς ῥέει·
πλευρᾶς γὰρ αἷμα κοὐ πεφυρμένον ποτὸν
ἔβλυσεν εὐθὺς, ὡς ἐνύγη τῷ ξίφει
ἡβῶντος ἀνδρὸς δυσμενῶν ἐξ Αὐσόνων.
Διπλοῦς ἔτι βλύζει τε κρουνὸς αὐτόθεν·
αὐτὸς δ’ ὁ νύξας ἐκπλαγεὶς κέκραγε πως,
ὡς ἔστιν ὄντως Παῖς Θεοῦ νέκυς ὅδε· “
τρέχει δ’, ὁρᾶτε, καί γε προσπίτνει ξύλω,
πίπτει τ᾿ ἐπ᾿ οὐδας τῇ θέᾳ νικώμενος
στῆθός τε παίει καὶ περιπτύσσει πέδον,
ἔνθ’ ἰκρίον πέπηγεν ἐμπεφυρμένον
ῥείθρῳ καταρρέοντι τῆς πλευρᾶς ἔτι,
ἀρύεταί τε χερσὶ κρουνοῦ καὶ κάραν
ἔχρισεν, ὡς ἔοικεν, ὡς ἅγνισμ᾿ ἔχῃ.