Ancient Greek · ~7 min
Section 1, lines 1.1095-1.1144
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1095-1144
Not analysed yet
Ἔοικεν Ἄναξ πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
κακὰ ξυνάπτειν ἐνδίκως μιαιφόνοις·
αὐτούς γε μέντοι, μὴ φίλους, δράσειε τι
ἔκδικον ὄμμα Δεσπότου παντεργάτου.
Ἴτω δίκ’, ἴτω φανερῶς ξιφηφόρος
καὶ πυρφόρος τάχιστα τοῖς μιαιφόνοις.
Ἔστι γὰρ ὄντως θαῦμα φρικτὸν εἰσορᾶν·
ὁ μὲν γὰρ ὦσε κατὰ πλευρᾶς που δόρυ,
πλευρᾶς νενυγμένης δὲ θαυμαστὸν νᾶμα
ἔσταξεν εὐθὺς αἷμά τ᾿ οὐ πεφυρμένον,
φρικτὸν θέαμα, καὶ τρόμος μ᾿ ὁρᾶν ἔχει.
Διδάσκαλον φέρω γὰρ αὐτὴν τὴν κτίσιν,
γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας
τάφους τε νεκρῶν ἄφαρ ἠνεῳγμένους·
αὐτὸς δ’ ὁ νύξας ἔντρομος πεσὼν θίγει.
Ὠ τέκνον, ὠ φίλτατον, ὠ θεῖον κάρα,
οὕτως ἐφάνης πᾶσι, καὶ τοῖς μὴ φίλοις,
σφόδρα ποθεινὴ δακρύοισι συμφορά·
κενοῖς τε καθάρσιον αἷμα τοῦ γένους·
καὶ δυσμενεῖς φρίττουσιν, ἀθροῦντες ξένα,
Θεοῦ τε κεκράγασι τρανῶς σ’ Υἱέα·
πάντα τρέμουσιν, ἅτε μὴ γνώμην ἔχειν,
οἱ δ’ ἐγγενεῖς σ’ ἔκτειναν ἀλόγῳ φθόνῳ,
ἐξ ὧν σ’ ἐχρῆν στέφανον ἐς κάραν λαβεῖν,
οὐχ οἷον ἐμπαίζοντες ἔστεψάν σέ πως·
οἵδ’ οὐδὲ φροντίζουσι σ’ ἐνθεῖναι τάφῳ.
Πῶς οὖν ἐγώ σε τοῦ ξύλου καταγάγω:
ποίῳ δὲ τύμβῳ καταθείμην σὸν δέμας;
οἵοις τε πέπλοις κατακαλύψω νέκυν;
πῶς καὶ τἀπιχώρια μέλψω σοι μέλη;
τίνος σε κηδεύσουσιν, ὦ Τέκνον, χέρες;
οἴμοι, τί δράσω; τίς γένωμαι
Τί ταῦτ᾿ ἀλύω; πειστέον τοῖς σοῖς λόγοις
ἔργοις θ’, ὅσ’ ὑπέδειξας εἰς μαρτυρίαν,
ὡς ἔστιν ἅπαν σοι θελητὸν δυνατόν.
Πολλῶν ταμίας ἐστὶν ἀέλπτων Θεὸς,
πολλά τ᾿ ἀέλπτως πολλάκις κραίνει Θεὸς,
τὰ δ’ αὖ δοκηθέντ’ οὐκ ἐφεῦρε καὶ τέλος·
σὺ δ’ ἀδοκήτων αὐτὸς εὕροις μοι πόρον.
Καὶ μὴν ὅδ’ Ἰώσηπος ἐν σπουδῇ ποδὸς
στείχει, νέον τι πρᾶγμ’ ἴσως ἔχων φράσαι.
Ἀτὰρ τόδ’ ἄλλο θαῦμα καὶ παρ’ ἐλπίδα,
μύστην νύχιον τῷδε συντρέχοντα πως,
σκεύη φέροντα προσφυᾶ τῇ καθόδῳ.
Ὠ μάκαρ, ὃς τὰ τοῦ Θεοῦ μυστήρια
εἰδὼς ἁγιστεύει θ’ ἑαυτοῦ βιοτὰν
καὶ θιασεύεται καθαρμοῖσί ψυχὰν
δέμας τε παντὸς ἀνατινάσσων ῥύπου
κύκλῳ τε πασῶν ἀρετῶν στέφων κάραν
ἀεὶ θεραπεύειν θοάζει τὸν Θεὸν.