Ancient Greek · ~7 min
Section 1, lines 1.998-1.1044
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.998-1044
Not analysed yet
Δέσποινα παγκοίρανε, μῆτερ τοῦ Λόγου,
αὐτὸς κἀγὼ τέθηπα ,μὴ φέρων βλέπειν
φρικτὸν θέαμα, Δεσπότην τεθνηκότα,
ζωὴν τὸν ἐμπνέοντα τοῖς ζῶσι πνοῇ ,
στένω τε πυκνὰ καὶ χέω θερμὸν δάκρυ·
ἐλπὶς δ᾿ τρέφει με, καὶ θρηνῶν
οὐ γὰρ ἀπιστῶ τοῖς λόγοις τοῦ Δεσπότου.
Η καλλιφεγγὴς ἡμέρα δὲ τριτάτη
τὸ τέρμα δείξει τῆς τρεφούσης ἐλπίδος,
ἢ μὴ παρεξέλθοις. καὶ θανεῖν με συμφέρει.
Τριτάταν ἁμέραν μὲν εἰδυῖα κλύω
αὖθις φθορᾶς πάναγρον ἀνίσχειν δέμας·
νῦν δ’ ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος
καὶ δυστάλαιναν τὴν πάλαι μακαρίαν.
Ὅθεν τὰ θνητῶν μᾶλλον ἡγοῦμαι σκιὰν,
κοὐδ’ ἂν τρέσασ’ εἴποιμι τοὺς σοφοὺς βροτῶν
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων,
τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
Θνητῶν γὰρ οὐδείς ἐστιν ὄλβιος φύσει,
ὄλβου δ’ ἐπιρρυέντος εὐκλεέστερος
ἄλλου γένοιτ’ ἄλλος, ὄλβιος δ’ ἂν οὔ.
Πάντων, ὅσ’ ἔστ’ καὶ γνώμην ἔχει,
γυναῖκες ἐσμὲν ἀθλιώτατον φυτὸν,
ὅσαι τεκοῦσαι καὶ θανόντ’ εἶδον τέκνα·
ὡς τρὶς θανεῖν θέλοιμ’ ἢ τεκεῖν ἅπαξ
καὶ πότμον ἰδεῖν ἐντραφέντος μοι τέκνου.
Ἀλλ’ οὐ γὰρ αὐτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος,
ὠ παγκοίρανε πότνα, παρθέν’ ὀλβία.
Ἠ πολλὰ παντὸς εἶ διάφορος γένους·
ἐγὼ γὰρ ἀνδρὸς τέρψιν εἰσδεξαμένη
ἀνθ’ ἡδονῆς ὠδῖνας ἐν λύπαις τρέφω,
καὶ θνητὸν ὡς ἔτικτον, εἰδυῖα στέγω·
κούφως φέρειν γὰρ συμφορὰς θνητοὺς δέον·
σὺ δ’ ἀνδρὸς οὐκ ἔγνωκας εὐνὴν, παρθένε,
Θεὸν τεκεῖν ἔκλυες ἀγγέλου, λέγεις·
καὶ νεκρὸν αὐτὸν νῦν ὁρῶσα πῶς φέρεις;
Ἐᾶτέ μ’· οὔτι φίλα μοι τὰ μὴ φίλα·
ἤγγειλεν, οἷ’ ἤγγειλεν· οὐ μομφὴν ἔχει
εὐάγγελος δόξης γε τῆς εὐαγγέλου·
ἢν ἐσφάλην ἐγὼ δὲ τῆς ἀγγελίας,
οὐκ οἶδ’, ὀχυρὰς ἐμφέρω γὰρ ἐγγύας.
Θρηνεῖν δὲ δεῖ με’ δακρύων γὰρ ἄξια
πέπονθα πολλὰ καὶ στένω καὶ δακρύω,
ἔως ἴδοιμι ζῶντα τὸν τανῦν νέκυν.
Δέσποινα κούρη, χρή σε συγγνώμην ἔχειν.
εἴ τις ὑφ’ ἥβης σπλάγχνον εὔτονον φέρων
μάταια βάζει, μὴ δόκει τούτων κλύειν·