Ancient Greek · ~7 min
Section 1, lines 1.1145-1.1192
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1145-1192
Not analysed yet
Τὸ σωφρονεῖν γὰρ καὶ σέβειν τὰ τοῦ Θεοῦ
κάλλιστον, οἶμαι δ’ αὐτὸ καὶ σοφώτατον
θνητοῖσιν εἶναι χρῆμα τοῖσι χρωμένοις.
Ὠ φίλταθ’, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων,
σοφὴν σοφοῦ παρ’ ἀνδρός· ἐκ μακρᾶς ὁδοῦ
ἥκω δ’ ἕτοιμος τήνδ’ ἔχων σκευὴν τάχει,
ὅπως νέκυν θάψαιμι τὸν πεφιλμένον.
Δεῖ γάρ νιν ὄντα καὶ πάρος σεπτὸν φίλον,
ὅσον καθ’ ἡμᾶς, καὶ νέκυν τοῦτον σέβειν.
Πῶς χρὴ κατάγειν, πῶς δὲ πρὸς τύμβον φέρειν
πέπλοις ἐνειλίσαι τε; Νῦν ἡγοῦ σύ μοι
νέος γέροντι, παρθένος, σὺ γὰρ σοφός·
ὡς οὐ κάμοιμ’ ἂν, εἴθ’ ἕως εἴθ᾿
ἕως νέκυν θήσοιμι καινῷ μου τάφῳ·
ὅσον δέον γὰρ μὴ γένους κοινωνίαν
ἔχοντι μύστῃ, τοῦτον οἰκτείρω κἀγώ.
Ὅδ' αὐτὸς ὑμῶν ἀπόνως ἡγήσεται
καὶ πᾶσαν εὐμάρειαν ἐν χεροῖν διδοῖ.
Ὦ χρῆμα καγκαλὲς Θεοῦ, δέσποιν’
τί Παῖδα πρὸς σὸν τήνδ’ ἄγουσ’ ἐρημίαν
ἕστηκας, αὐτῷ θρεομένη σαυτῆς λυγρά;
καί σοι μόνος πάρεστι μύστης παρθένος,
λιπὼν ἀδελφὸν ἐν χορῷ μυστηπόλων,
ἄλλοι δ’ ὀπαδοὶ τῶν γόων πεπλησμένοι
φεύγουσι, πολλῷ τῷ φόβῳ πεφρικότες,
οὐδ’ εἶδον οὐδὲν τῶν νεωτέρων κακῶν,
σὺ δ’ οὐ πέφρικας δυσμενῶν ἀβουλίαν.
Ἐγὼ δέδοικα, μή τι βουλεύσῃ νέον
ὅμιλος ἐχθρὸς, δυσμενὴς, μιαιφόνος·
βαρεῖα γὰρ φρὴν οὐδ’ ἀνέξεται κλύειν,
κἂν νεκρὸν ἢν δοίημεν ἐντίμῳ ταφῇ.
Οὔπω γὰρ οὐκ ἔληξαν οὐδ’ ἔσχον κόρον
μιαιφονίας καὶ κακῆς ἀβουλίας;
Ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μέσοι.
Τί δ’ ἐστὶν, ὦ γηραιέ; μὴ σίγα, φράσον.
Ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
θώκους προσελθὼν, ἔνθα δὴ παλαίτεροι
θάσσουσι σεμνὰν ἀμφὶ Σαλομὼν στοὰν,
ὡς τόνδε νεκρὸν οὐκ ἐᾷ πρεσβυτέρων
ὄχλος, προσιὼν τῆσδε κοιράνῳ χθονὸς,
θάπτειν. Ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε,
οὐκ οἶδα, βουλοίμην δ’ ἂν οὐκ εἶναι τάδε.
Ἐμοὶ γὰρ αύτὸν ἐξέδωκεν ὡς φίλῳ,
αὐτὸν δυσωπήσαντι λαβεῖν τὸν νέκυν
Τὸ πᾶν ὄλωλεν, εἰ κακὸν προσοίσομεν
νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι,
ὡς αὐτὸς εἶπεν ἤματι τρίτῳ πέρας
τὰ λυπρὰ λαβεῖν γηθοσύνῃ καρδίας.