Ancient Greek · ~7 min
Section 1, lines 1.1193-1.1239
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1193-1239
Not analysed yet
Οὐ τοῦτο Πατὴρ Παῖδ’ ἀνέξεται παθεῖν.
Παλαιὰ καινῶν λείπεται κηδευμάτων,
κοὐκ ἐκεῖνος τοῖσδε φίλος δόγμασιν.
αὑτούς γε μὴν δράσειεν· οὐ γὰρ παύσεται
χόλου· σάφ’ εἶπε καὶ κατεμπρῆσαι πόλιν.
Ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειε τι
ἔκδικον ὄμμα Πατρός ἀμυντήριον.
Οὐ γὰρ μὰ τὴν δέσποιναν, ἣν ἀεὶ σέβων
ἐξ Υἱέος νῦν εἱλόμην ὡς μητέρα,
χαίρων τις αὐτῶν τοῦδε διάξει φόνου·
Θεὸς γὰρ, ὡς ἔγνωμεν ἐκ τῶν θαυμάτων,
ὧν καὐτὸς εἶδες πολλὰ καὶ τανῦν βλέπεις’
οὐδ’ ἠγνόησας ἡλίου τόσον σκότος,
ἐπείδ’ ἔκλινε καὶ μεθῆχ’ ἑκουσίως
ψυχήν· μόρος γὰρ οὔποτ’ ἦν
εἰ μὴ κελευσθεὶς ἧκε τῇ καρὸς κλίσει.
τοὐνθένδε μᾶλλον φρικτὸν ἦν θέαμ᾿ ὁρᾶν·
γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας,
τάφους τε νεκρῶν εἶδες ἠνεῳγμένους.
Ὡς δ’ αὖ τις ἧκεν ἀνατινάσσων δόρυ,
νύσσει παραστὰς νειάτην πλευρὰν ξίφει,
ἀκμαῖος ἀνήρ· τῆς τομῆς γὰρ
πληγὴν βαθεῖαν, ὦλκα τραύματος βλέπων·
οὗτος μὲν ὦσε κατὰ πλευρᾶς που δόρυ,
πλευρᾶς νενυγμένης δὲ θαυμαστῶς ὕδωρ
ἔσταξεν εὐθὺς αἷμά τ᾿ οὐ πεφυρμένον·
διπλοῦς γὰρ ἐστάλαξε κρουνὸς αὐτόθεν,
φρικτὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θίγειν.
Αύτὸς δ’ ὁ νύξας ἐκπλαγεὶς κέκραγε πως·
„Ὄντως ὁ παρὼν νεκρὸς ἔστι Παῖς
τλήμων τε μήτηρ ἐμπαρεστῶσ’ ἰκρἰῳ
πίπτει στένουσα καί γε προσπιλνᾷ ξύλῳ,
ᾤμωξε δ’ εὐθὺς καὶ περιπτύσσει πόδας
καὶ χερσὶν ἠρύσατο δικρούνου ῥοῆς
κυνοῦσά αὐδᾷ τοιάδ’· „Ὦ θεῖον
βροτῶν μὲν αὐτὸς καὶ θανὼν κήδῃ σαφῶς
κενοῖς τε καθάρσιον ἀνθρώπων γένους,
σὲ δ’ οὐδὲ φροντίζει τις ἐνθεῖναι τάφῳ. “
Επεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
κρῄζουσ᾿ ἄκραντον ἐξαναστῆναι δέμας,
προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης.
Χρόνῳ δ’ ἀπαλλαγεῖσα τῶν γόων ἔφη·
„Τί ταῦτ᾿ ἀλύω; πειστέον Παιδὸς λόγοις
ἔργοις θ’, ὅσ’ ὑπέδειξεν εἰς μαρτυρίαν,
ὡς ἔστιν αὐτῷ πᾶν θελητὸν δυνατόν·
καὶ τῶν ἀέλπτων τὸν πόρον δ’ αὐτὸς διδοῖ. “
Ταῦτ’ εἶπε, καὶ παραυτίχ’ ὡράθης σύ μοι.