Ancient Greek · ~7 min
Section 1, lines 1.1240-1.1287
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1240-1287
Not analysed yet
Θαυμάστ᾿ ἔφησας, καὶ τὸ πρᾶγμα δεικνύει.
Ἀτὰρ σύ γ’, (οὐ γὰρ καιρὸς εἰδέναι τάδε
δέσποιναν,) ἡσύχαζε καὶ σίγα λόγον
καὶ θᾶττον ὡς μάλιστα τῶνδ’ ἔρημ’ ἄγε,
καὶ μὴ πελάζητ’ ἐγγὺς ἐνθυμουμένοις
μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθε που
ἄγριον ἦθος, στυγερᾶς φύσιν φρενός.
Ω καλλίνικοι, χαίρετ’, ὦ φίλοι δύο,
ὁ Νικόδημος σὺν Ἰωσήπῳ δίῳ,
εἰς καιρὸν ἥκατ’, εὖγε δ’ εὖ πεπράχατε.
Πιστοῖς φίλοις γὰρ συμφορὰ τὰ τῶν φίλων
πίπτοντα κακῶς καὶ φρενῶν ἀνθάπτεται.
Σπεύσατέ νῦν, σπεύσατέ, καταγάγετε·
πρὸς τοῦτο γὰρ ἥκοντας ἄμφω νῦν βλέπω ’
ἄνιτ’ ἄνιτε θᾶσσον, ὡς ἄν μοι νέκυν
καταγάγητε, δεσποτείας ὠλένας
ὅπως κατασπάσαιμι καὶ σύμπαν μέλος,
κυνοῦσα σάρκας, ἅσπερ ἐξεθρεψάμην.
Ἔξιθ᾿ ἄπιθι, μή σέ τις μιαιφόνων
κακῶς δράσειεν, οὐδ’ ὁρᾶν ἀνέξεται.
Ἡμεῖς δ’ ἄνιμεν, ὡς ὁρᾷς, καὶ τὸν νέκυν
καταγάγωμεν χερσὶν ἰδίαις τάχει.
Ναὶ, φίλε Νικόδημε, σὺ πρῶτος τάχει
ἔμβαινε πηκτάς κλίμακος πρὸς ἐμβάσεις,
ἐκπασσαλεύσων διγλύφου δοκοῦ δέμας
λέοντος, ὃν γέγηθε θηράσας λαός.
Σὺ δ’ ἔξιθ’ ὡς τάχιστα καὶ θρηνοῦσα περ·
ὡς ταῦτ᾿ ἄραρε, κοὐκ ἔχεις ἰσχὺν, ὅπως
ταῦτ᾿ ἀνατρέψῃς, κἂν στένῃς κἂν δακρύῃς.
Δειλαί᾿ δύστηνος, εἰ Παῖδ’ οὐχ ὁρῶ
κἂν τεθνεῶτα, μέχρι καὶ τύμβος λάβῃ·
φύγω δὲ δῆμον, ἵνα μή τι καὶ πάθω;
Παιδὸς γὰρ ἄνευ τὶς ἔρως μοι τοῦ βίου;
κλαῦσαι νεκρόν μοι Παῖδα καὶ θάψαι πάρες
ψαῦσαι ποδῶν τε καὶ κατασπάσαι μέλη.
Ἄγ’, ὦ τάλαινα χεὶρ ἐμὴ, νεκροῦ λαβοῦ.
Μὴ μὴ κροσοίσῃς χεῖρα μηδ’ ἅψῃ νεκροῦ,
μὴ δῆτ’, ἐπεί μιν ταῖνδ’ ἐγὼ θάψω χεροῖν,
τὸν Νικόδημον εἰσφέρων συνεργάτην,
μύρων χύσιν φέροντα δαψιλεστάτην,
ὡς μή τις αὐτὸν δυσμενῶν καθυβρίσῃ,
πέπλους ἀνασπῶν σῶμά τ' ἐκφέρων τάφου.
Ὡς γὰρ προσήκει μὴ γένους
ἔχοντι, κἀγὼ τὸν νέκυν τιμῶ φίλον.
Πῶς δ’ οὖν κομίζειν ἢ τί χρὴ δεδρακότας
τὸν νεκρὸν ἡμᾶς σῇ χαρίζεσθαι φρενὶ,
φρόντιζ'· ἐμοῖς δὲ χρωμένη βουλεύμασι
σιγῇ φέρ᾿· ἔσται γὰρ τὸ πᾶν πανευπρεπές.