Ancient Greek · ~7 min
Section 1, lines 1.1288-1.1335
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1288-1335
Not analysed yet
ὠμὀν ὠμὸν εἰς σὸν Παῖδα τεθνεῶτ᾿
εἶναι γὰρ Ἰουδαῖος οὐκ ἀναίνομαι·
ἀτὰρ τοσοῦτον οὐ δυνήσομαί ποτε
τὸν σὸν πιθέσθαι Παῖδ’ ὅπως οὐκ ἐσθλὸς ἦν,
οὐδ’ εἰ τὸ σύμπαν τῶν βροτῶν λέγει γένος
καὶ τὴν ὀρεινὴν γραμμάτων πλήσειέ τις
ὕλην, ἐπεί μιν ἐσθλὸν ἐπίσταμαι.
Ἔκτειν᾿ ὅμως, ἄνασσα, χεῖρας σὺν κόραις,
δέξαι τε νεκρὸν Παῖδα σὸν πεφιλμένον,
καὶ κλαῦσον, ὡς βούλοιο, καὶ ψαῦσαι μελῶν.
Κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
τολοιπὸν ἤδη καὶ φίλοις ἔσῃ πλέον,
ὡς καλλίνικος, ᾗ κλέος νίκης μέγα.
Οὐκοῦν, γεραιὲ φίλτατ᾿ λάβε,
ἐναγκάλισαι Παῖδα καὶ προσέλκυσαί.
λαβοῦ λαβοῦ νῦν καὶ κατόρθωσον δέμας,
ὄρθου κεφαλὴν, πῆχυν ἐνθεὶς αὐχένι
πλευρὰν πλευρὰν δὲ τοῦδ’ ἀείρατε.
Ἔκτειν᾿, ἄνασσα, χεῖρας, αἵ τ' ἄλλαι κόραι,
δέχνυσθε νεκρὸν, ὃς νεκροῖς ζωὴν διδοῖ,
κἀγὼ δ’, ὅσον δύναμις, ὑποδέξομαι.
Ἄγ’, ὦ τάλαινα χεὶρ ἐμὴ, νεκρὸν λάβε.
Φεῦ φεῦ· τί λεύσω; ταῖν χεροῖν τί νῦν φέρω;
τὶς ἐστιν οὗτος, ὃν νέκυν χεροῖν ἔχω;
πῶς καί νιν ἡ δύστηνος εὐλαβουμένη
πρὸς στέρνα θῶμαι; τίνα θρηνήσω τρόπον;
Αὐτὸς δὲ δοίης καὶ προσειπεῖν σ’ ὡς νέκυν
καὶ πᾶν κατασπάσαι με σὸν μέλος, Τέκνον.
Χαῖρ’, ὕστατόν σ’ ὁρῶσα νῦν προσφθέγγομαι,
ὃν μήποτ’ αὐτὴ φύσασ’ ὤφελον νέκυν
τανῦν ἰδέσθαι φθίμενον σ’ ὑπ’ ἀνόμων.
Δὸς ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
Ὦ φιλτάτη χεὶρ, ἧς ἐγὼ πόλλ’ εἰχόμην
προσειχόμην θ’ ὡς κισσὸς ἔρνεσι δρυός·
Ὦ φίλον ὄμμα, φίλτατον δἐ μοι
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνου·
Ὦ γλυκυτάτη προσβολὴ τῶν
Ὦ θέσκελος χρὼς πνεῦμά θ’ ἥδιστον τέκνου·
Ὦ θεῖον ὀδμῆς ἆσθμα· καὶ γὰρ ἐν
οὖσ’ ᾐσθόμην σου κἀνεκουφίσθην κέαρ.
Τί σ’ ὧδ’ ἀτίμως ἠθέλησας τεθνάναι;
τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν
τέθεικας; Οἴμοι, συνθάνοιμί σοι. Τέκνον·
θανεῖν με κρεῖττον ἢ θανόντα σε βλέπειν
Πῶς ἐξ ἀναύδου καὶ μύσαντός ὄμματος
ἕξω παρηγόρημα; πῶς δ’ οἴσω μένειν. ,
Ὦ χρωτὸς ἡδὺ πνεῦμα· μάτην ἄρα
ἔθρεψε, Τέκνον, μαζὸς οὑμὸς σπαργάνοις,.