Ancient Greek · ~7 min
Section 1, lines 1.1336-1.1381
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1336-1381
Not analysed yet
μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις
ἀρχῆς ἄκρης σῶν ξένων γενεθλίων;
Ἠ πολλὰ μὲν ζῶν, πολλὰ δ’ εἰς ᾄδου μολὼν,
Παγκράτορος Παῖ, τῆς ἐμῆς ἥψω φρενός.
Εκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν.
Ὕβρις μὲν, ἥγ’ ἔσφηλε πάντων μητέρα
καὶ πατέρα πρώτιστον, ὃς βροτῶν γένος
ἔσπειρε κἀξήμησε κάλλιστον θέρος,
τεκεῖν μ᾿ ἔθηκε παραδόξως σ’, ὦ Τέκνον,
εὔδοξον, ὡς ἔδοξε σῷ Γεννήτορι,
πρὶν ἢ γενέσθαι κἀμὲ καὶ πᾶσαν κτίσιν,
κἀπείσ᾿ ἐτέχθην, Πατρός, οἶμαι, σοῦ κρίσει
τρέφειν με πατὴρ οὐ βροτείαν ἐσχάραν
μήτηρ τ’ ἔδωκεν ἱεροὺς ἀμφὶ δόμους,
ἔνθ’ ἐκτραφεῖσαν χειρὸς ἀγγέλου ξένως
εἰς καιρὸν ἀνδρὶ σώφρον’ ἐκδέδωκε με
γερουσία ξύμπασα τηρεῖν ἐννόμως,
οὐκ ἀθεεὶ καὶ τοῦτο, θείᾳ δὲ κρίσει,
ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω
καὶ παιδαγωγὸν Παιδὸς, οὗ γονῆς ξένος.
Μένω γὰρ αὖθις παρθένος τεκοῦσά σε
αὐτή θ’ ἑαυτὴν οἶδ’, ὅπως ἁγνὴ μένω,
σύ τ’ αὐτὸς οἶδας, ὡς τὰ πάντ’ εἰδὼς σαφῶς.
Σοῦ δ’ ἐξ ἐμοῦ τεχθέντος, ἐκ Πατρός Θεοῦ,
οὐκ εὐπρεπεῖς ἔθεντο πολλοί μοι λόγους,
ψευδῶς τεκεῖν βάζοντες ἔκ τινος βροτῶν.
κοὐκ ἤρκεσαν μοι ταῦθ’ ὑβρισθῆναι μόνον,
ἀλλ’ ἔδραμον φεύγουσα κεἰς Αἰγυπτίαν
ἔτλην τε πολλὰ καὶ κατεξάνθην πόνοις.
Αλλ᾿ εἰδον ἐξαίσια σοὶ πεπραγμένα,
καὶ πάντα συμβάλλουσα καὶ θαμβουμένη
οὐ θνητὸν ᾤμην σ’ οὐδ’ ἐδείμαινον θανεῖν·
ἀλλά σε πατρὸς Ἁβραὰμ συνθήματι
πρέσβευμά θ᾿ αἵ τε μυρίαι γερουσίαι
ὅρκος θ’, ὃν ὤμοκας πρὶν εἰς σωτηρίαν,
θανεῖν ἔπεισαν κἀπικουρῆσαι γένει.
Ἐντεῦθεν ἔτλης καὶ τόκον τε καὶ πότμον·
κἀγὼ δὲ μισθὸν τῶν ἀφερτάτων πόνων
ἐν ἀγκάλαις κρατοῦσα νεκρόν σ’, ὦ Τέκνον,
θρηνῶ γε πικρῶς καὶ στένω καὶ δακρύω,
θρηνῶ, σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι.
Πέπλοις δ’ Ἰωσήφ εὐπρεπῶς σ’ ἀμφιάσαι
ἕτοιμός ἐστι, πρὸς δὲ καὶ τεῦξαι τάφον
καὶ ξυγκενῶσαι μυρίων μύρων χλιδὴν,
ἣν Νικόδημος ἦλθεν εὐψύχως φέρων,
βαιὸν φιλοφρόνημα νεκροῖσιν φίλοις·