Ancient Greek · ~7 min
Section 1, lines 1.1382-1.1431
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1382-1431
Not analysed yet
τί γὰρ τὸ κέρδος ἐκ μύρων τεθνηκόσι;
Τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ Πατὴρ σέθεν,
οὓς πάντας αὐτὸς ὡς σκυλεύματ’ ἐξάγοις
οὓς οὓς καθεῖρξεν, οὓς συνήρπασε
κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.
Μυστηρίων δὲ τῶνδ’ ἀπορρήτων φανὰς
ἔδειξε πατὴρ παῖδ’ ἀποσφάξας μόνον,
ἔφη τε μύστης αὐτανέψιος σέθεν.
μείζων ἁπάντων, ὡς ἔφης, θεηγόρων,
ὃν δῆμος ἐκδέδωκεν Ἑβραίων σφαγῇ,
σεμνὸν πολίτην κἀπὶ πλείστων ἄνδρ’ ἕνα
φανέντα φοῖβον, γυμνὸν, ἄσιτον, μόνον,
τροφῇ δ’ ἀμεμφεῖ πᾶσιν ἦν κεχρημένος,
ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος,
μόνοις δ’ ἀποτρόπαιον, οἷς πέμφιξ χλιδὴ,
αὐχμῶν, πινώδης, λυπρὸν ἀμπρεύων βίον,
ᾗχι ξυνοικεῖ δαψιλὴς ἐρημία,
ῥείθροισιν ὠκὺς ἔνθ’ Ἰορδάνης ῥέει,
ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας
τρισημερεύσας ἐν βυθῷ θεοπρόπος.
Καὶ ταῦτα μανθάνουσα τέρψιν ἐμφέρω,
καραδοκοῦσα καὶ ταφῆς ἰδεῖν τέλος.
Οὕτως ἄρ’ ἔτλης, Τέκνον, ἤδη τὸν μόρον,
κἀκεῖνα τῶν νῦν δραμάτων αἴτιά σοι,
σπεύσαντι θανεῖν κάπικουρῆσαι βροτοῖς.
Ἀλλ᾿ οὐκ Ἰούδας οὐδ’ ὁ τάλας Πιλάτος
διπλῆν δίκην φύγωσιν, ἀλλὰ σφᾶς τίσει
ἔκδικον ὄμμα Πατρός ἀμυντήριον
πόλιν τε πᾶσαν καὶ στρατὸν μιαιφόνον.
Ἔδρας ἔδρασας, μὴ δόκει λεληθέναι,
Πόντιε, δίκης ὄμμα πανδερκέστατον,
κἂν χεῖρας ἀπένιζες ὡς ἔξω φόνου,
ὡς χὠ προδοὺς ἔρριψε μισθὸν τοῦ φόνου,
ᾧπερ δέον μὲν ἐν δέρῃ θεῖναι ξίφος,
δέον δὲ λυγρὸν αὐχέν’ ἐνθεῖναι βρόχοις
ἢ κύμασι γλαυκοῖς ἀφανίσαι δέμας
ῥίψαντι πρὸς θάλασσαν ἰχθύσιν βοράν·
εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ’ ἐπώλησας, τάλαν,
στρέφω γὰρ εἰς σὲ τὸ πρόσωπον τοῦ λόγου,)
εἰ μέν τιν’ ἐξέδωκας ἄλλον εἰς φόνον,
νόμῳ πολιτῶν συμφορὰν ὑπέσχες ἄν·
νῦν δ’, ὅς σε πολλῶν ἠξίωσε χαρίτων
ῥύστης τε παντὸς ἧκε Πατρόθεν γένους,
πέπρακας, ἐκδέδωκας εἰς φόνον φθόνῳ·
καὶ τίσιν οἵαν σ’ οὐχ ὑποστῆναι θέμις;
Ἤδη κέκριται παντάδικος ἐνδίκως
μύστης ὁ παγκάκιστος ἐκδοὺς Δεσπότην·
ὦπτο κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος,
βρόχων δὲ θᾶσσον ὑψόθεν χαμαιριφὴς
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι·