Ancient Greek · ~7 min
Section 1, lines 1.1432-1.1480
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1432-1480
Not analysed yet
κακοῦ γὰρ ἐγγὺς ὢν ὁ τάλας οὐκ ἔγνω.
Εὖ γ’, εὖ κέκριται, καὶ κατώρθωται δίκη.
Ὠ Τέκνον, ὡς ἄρ’ ἔστι σὸς Πατὴρ μέγας,
ὀρθῶς ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
Επαισεν αὐτὸν ῥόπτρον, ὡς προδόντα σε,
ἄπιστον, ἄθεον, παράνομον, ἄδικον·
κλέπτην γὰρ ὄντα καὶ Θεοῦ ῥάπτην φόνου
καὶ μὴ θέλοντ᾿ ἀπιστρέφειν πονηρίας
οὕτως ἔδει νιν τῷδε κατθανεῖν μόρῳ.
Ὄλοιτ᾿ ὄλοιτο πανδίκως κακεργάτης,
κέρδος μέγιστον τῆς ἐπιστοφῆς φυγών.
Ἔστιν Θεὸς τις, ἔστιν ἄλκιμος,
ἔστιν δὲ καὶ πρόνοια καὶ κρίσις Θεοῦ.
Ἀπέπιτυσ᾿ οὐδεὶς ἀσεβὴς Θεῷ φίλος.
Λάζυσθ’ ἄγοντες εἰς καινὸν λοιπὸν τάφον,
χωρεῖτε, θάπτετ’ Ὀλβίῳ τύμβῳ νεκρόν.
Ἔχει γὰρ, οἷα δεῖ γε, νερτέρων πέπλα,
βαιὸν παρηγόρημα τοῖς τεθνηκόσι.
Δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ,
εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
κενὸς δὲ κόμπος ἐστὶ τῶν ζώντων τάδε.
κρύψατε γοῦν πρόσωπον ὡς τάχος πέπλοις,
ψαύσατε χερσὶ, θάψετ᾿ τάχει νέκυν,
τὸν κατθανόντ᾿ Ἄνακτ᾿ Ἰουδαίων ὕπο·
αἴρειν φοράδην τὸν νεόδμητον χρεών.
Ὠ Παῖ παναιτίου Θεοῦ, παντεργάτα,
τί γὰρ τελεῖται τοῖς βροτοῖς ἄνευ σέθεν;
τί δ’ οὐ θεόκραντόν γε τῶνδ’ ἔστιν,. Ἰώ·
ἰὼ ἰώ·
Βασιλεῦ, Βασιλεῦ, πῶς σε δακρύσω;
Θεέ μου, Θεέ μου, πῶς σε καλέσσω;
φρενὸς ἐκ φιλίας τί ποτ’ ἄρ’ ᾄσω;
κεῖσαι γὰρ ὑφάσμασι τοῖσδ᾿ εἱλιγμένος,
ὁ σπαργάνοις πρὶν έντεταργανωμένος.
Φέρ’, ὦ γεραιὲ, κρᾶτα τοῦ τρισολβίου
ὀρθῶς προσαρμόσωμεν, εὔτονον δὲ πᾶν
σῶμ’ ἐξακριβώσωμεν, εἰς ὅσον πάρα.
Ω φίλτατον πρόσωπον, ὠ νέα γένυς,
ἰδοὺ καλύπτρᾳ τῇδε σὴν κρύπτω κάραν·
τὰ δ’ αἱμόφυρτα καὶ κατηλοκισμένα
μέλη σὰ καὶ μέρη πέπλοις καινοῖς σκέπω,
πλευρὰν νυγεῖσαν πᾶσαν ᾑματωμένην.
Ναὶ πρὸς Θεοῦ, συνέρξατ’· ἐν δέοντι γὰρ,
ὡς ἐγγύς ἐστι νυκτὸς ἤδη καὶ κνέφας.
Ὀρθώσατ᾿ ἐκτείναντες ὀλβίαν δέρην·
μικρὸν τόδ’ οἰκούρημα φίλῳ Δεσπότῃ.
Κομίζετ᾿ ὡς ἰδοῦσ᾿ ἐν
ποῦ κείσεται Παῖς, κεῖσε θρηνοῦσα μενῶ.
ἕως τρίτον τρίτον λάμψειεν ἦμαρ γλυκύ μοι.