Ancient Greek · ~7 min
Section 1, lines 1.1481-1.1528
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1481-1528
Not analysed yet
Ὠ πένθος οἷον οἷον ἐκράνθη, Τέκνον·
κοινὸν τόδ᾿ ἄχος πᾶσιν ἡγοῦμαι βροτοῖς,
κοινὸν τόδ’ ἄχος πάντας ἀέλπτως φθάνει·
φθάσοι δὲ καὶ πάγκοινον εἴθε χάρμα μοι·
Ἕπεσθέ μοι, φέρωμεν ὄλβιον βάρος,
ὃ πόλλ’ ἀνατλὰς μυρίοις αἰτήμασιν
ἔσχον, τόδ’ εὑρὼν Κοιράνου δωρήματι,
γυμνὸν, τρισύλῳ κείμενον ξύλῳ λαβών.
Φεῦ φεῦ, πρὸς αὐτοῦ τοῦδε φωτὸς, ἀτρέμας
χρωτὸς χεροῖν ἅπτεσθε τοῦ Θεοβρότου
καὶ πρόσφορ’ αἴρεθ’, ἕλκετ᾿ αὖτε ξύντονα·
ἰδοὺ γὰρ, ὡς ἔοικεν, ἐγγὺς καὶ τάφος.
Ὤμοι, γυναῖκες, γῆς Γαλιλαίας τέκνα,
ἤδη τέθειται καὶ καλύπτεται λίθῳ.
Δεῦτ᾿ κοῦραι, καὶ κατιδοῦσαι νέκυν
προσείπατ’ αὐτὸν καὶ προπέμψατε χθονὸς,
ὡς οὔποτ’ ἄλλον τοῦ γένους ῥύστην, ἰώ·
ὄψεσθε, καὶ μὴ ταῦτ᾿ Ἰουδαίοις
χωρεῖτε χωρεῖτ’· οὐκέτι βλέπειν φέρω
τάφῳ τεθέντα καὶ καλυφθέντ᾿ πέτρᾳ,
ὅς ἐκ πέτρας ἔβλυσεν ὕδωρ πατράσι
καὶ νῦν πέτρας ἔρρηξεν ᾐωρημένος
νεκρῶν τε τάφους ἠνέῳξε δυνάμει.
Στῶμεν δὲ μικρὸν, ὡς προσείπω τὸν νέκυν.
οἴχῃ, ποθεινὸν Τέκνον, εἰς ᾄδου δόμους,
κρύπτῃ δὲ κρύψιν, ἣν σὺ κρυβῆναι θέλεις,
ἥκων ἐς ἀΐδαο πανζόφου στέγην,
ᾄδῃ δὲ πικρότατον κέντρον ἐμβάλῃς·
οἴχῃ νεκρῶν κευθμῶνα καὶ σκότου πύλας,
θέλων φαειναί καὶ καταυγάσαι γένος
Ἀδὰμ ἀναστῆσαί τε πατέρα βροτῶν,
ὧν οὕνεκ’ εἶδος προσλαβὼν θνητὸν φέρεις,
ἥκεις τ᾿ ἐς ᾄδου τὸν βαθύγνοφον σκότον,
θανὼν πρὸς ἐχθρῶν, μητέρ’ ἀθλίαν λιπών·
ἡ δ’ εὐμένεια τοῦ Πατρός σ’ ἀποκτενεῖ,
ἣ τοῖσιν ἄλλοις γίνεται σωτηρία·
τό τ’ ἐσθλὸν ὡς εἰς πότμον ἦλθε σοὶ Πατρός
ὄδυρμα πικρὸν γῆ σε, Τέκνον. λαμβάνει,
ἥκοντ’ ἐς ἀΐδαο πανζόφου πύλας,
ᾄδῃ τὸ δριμύτατον ἐμβαλεῖν βέλος·
καὶ γὰρ αὐτῷ τῷδε κατέρχῃ μόνος,
λήψῃ δὲ νεκροὺς, οὐ σὺ ληφθήσῃ νεκροῖς,
ῥύσῃ τε πάντας, ὢν ἐλεύθερος μόνος·
μόνος γὰρ ἀνὴρ ταῦτα θαρρῶν ἱκάνεις,
μόνος σὺ φύσεως ὑπερκάμνεις βροτῶν.
Ἔσχον δ’ ἀγῶνες, οἵ σ’ ἔμιμνον, νῦν τέλος,
νίκην τε λοιπὸν κατ᾿ ἐναντίων ἔχεις,
ᾄδην, ὄφιν, θάνατον ἰσχυρῶς τρέπων.