Ancient Greek · ~7 min
Section 1, lines 1.195-1.239
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.195-239
Not analysed yet
Μύστης φανεὶς σὺ συμμαθητάς αἰσχύνεις
τὸν μυσταγωγὸν, φεῦ, προδοὺς ἀργυρίου,
προύδωκας αὐτὸν εἰς φόνον μιαιφόνοις.
Οὐκ εἶπεν; οὐ σῆς προὐνοήσατο φρενὸς
σκοπεῖν, ἐφ’ οἷσι νῦν ἑκὼν ἀλγύνεται;
Σὺ δ’ οὐκ ἀνέσχου· τοιγαροῦν γνοίης τάχει,
εὖ δ’ ἴσθι, πατρὸς δ’ εὐσεβὲς θάλπει γένος.
Εἰ μὴ γὰρ ὅρκοις Ἀβραὰμ ἐπεσχέθη,
οὐκ ἄν ποτ’ ἔσχε μὴ τάδ’ ὑπεξιέναι
κἀντεῦθεν ὑμῖν ἀποδοῦναι τὴν δίκην.
Δοκεῖς γὰρ αὐτὸν τάδ’ ὑποστῆναι πάθη,
εἰ μή τι κερδαίνοντα κἀντεῦθεν μέγα;
Νῦν δ’ ἐκ χθονὸς μὲν, ἔστ’ ἂν ἔρχηται πάλιν,
καινῶς ἄνεισι, σίγα δ’ ἕξεται κρίσιν
ἐρῶν καθ’ ὑμῶν Πατρὶ σὴν ἁμαρτίαν
λαοῦ τε τοῦδε μαινόλου τολμηρίαν,
ὡς καὶ προεῖπε Δαυΐδου γλώσσῃ πάλαι
οὐκ ἀγνοοῦντι καὶ πρὸ τῆς τολμηρίας,
πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων
ἔργων τε κλεινῶν, μυρίων, θαυμασίων,
ὄψεσθε δ’ ἐν Πατρός μολοῦντ’ αὖθις κλέει,
κρίσιν φέροντα ζῶσι καὶ τεθνηκόσι
καὶ πᾶσι παρέχοντα τὰ κατ’ ἀξίαν.
Πῶς γοῦν προσόψει σύ τε καὶ μιαιφόνοι,
ἢ ποίαν οὐκ ἐκτίσετ’ ἔνδικον τίσιν,.
Πλὴν καὶ πρὸ τοῦδε τίσετ’ ἔνδικον τίσιν,
εἰ μὴ χέρας νίψεσθε τὰς μιαιφόνους,
ἃς, ἢν θέλητε κἂν τανῦν ξυνιέναι,
αὐτὸς ῥυτοῖς νασμοῖσιν ἀπομόρξεται.
Ἢ σῆς γε τόλμης νῦν μάθῃς γεγευμένος,
σὺν σοὶ δὲ καὶ πᾶς τῶν ἀλαστόρων ὄχλος.
Νῦν δ’ εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν,
εἰ μή τι πάθῃς, ὧν φόβος πολὺς κρατεῖ,
κἀγὼ προφήτης τῶν λόγων γενήσομαι.
Ἀλλ’ ἐκποδὼν ἄπιθι καὶ σαυτοῦ πέρι
φρόντιζε· ταὐτοῦ δ’ αὐτὸς εὖ γε θήσεται,
σὺ δ’, ὥσπερ εἰκὸς, κατθανῇ κακὸς κακῶς,
πρῶτα κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος,
πήδημ’ ἐς ᾄδην κραιπνὸν ὁρμήσας τάχος,
λύπῃ παχνωθεὶς, ὡς προδοὺς ἀργυρίου,
καὶ νᾶμα πυρὸς παμφάγου σε δέξεται.
Οὐ γὰρ θέλεις νῦν ἐκφυγεῖν τιμωρίαν,
καὶ τῶνδε τεύξῃ, προὐνέπω δέ σοι τάδε·
Οὔ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται Θεοῦ,
οὐ νεκρεγέρτου νεκρέγερσιν κατίδῃς.