Ancient Greek · ~7 min
Section 1, lines 1.1529-1.1574
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1529-1574
Not analysed yet
Σοφὸς σοφὸς. σὺ, καὶ σοφῶς ἔτλης πότμον,
ὡς κοινὸν οἶτον σῷ καταβάλῃς μόρῳ,
κἀν τῇ χθονὶ στηρίζον ἐνθήσεις κλέος,
γῆς ἐξανίσχων καὶ φέρων σωτηρίαν,
εἰς συγγένειαν Πατρός ἀμείψας δέμας.
Αὖθις γὰρ ἔλθῃς κλεινὸς, ἁρπάσας γένος,
ὦναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μένων
μορφῇ τε σῇ συνῆψας ἀνέρος φύσιν·
καὶ νῦν ἐς ἀΐδαο κατέρχῃ δόμους,
σπεύδων φαειναί καὶ καταυγάσαι ζόφον.
Εὖ δ’, εὖγε λίπῃς τήνδε δυσμενῶν χθόνα,
εἰς ἥν γε πρῶτον ἧκες, Ἰσραὴλ δόμους,
ὀλωλότα πρόβατα ποιμᾶναι θέλων
καὶ συνθεσίας ἐκπερᾶναι πατράσι,
μορφῇ συνάψας τοῦ Θεοῦ βροτῶν φύσιν.
Σὲ γὰρ Πατὴρ γεννᾷ μὲν ἀρρεύστως ἀεί·
ἐγὼ δ’ ἔτικτον σ᾿ αὖθις ἁγνεύουσ᾿
μορφὴν λαβόντα πρὸς Θεοῦ βροτησίαν.
Ἀλλ’ ἐγγενεῖς σῆς μητρὸς, οὓς ἥκιστ᾿ ἐχρῆν,
θαυμαστὰ πολλὰ σφίσιν ἐξειργασμένον,
ἄρρητ’ ἀμυήτοισιν εἰδέναι βροτοῖς,
σωτῆρά σ’ οὐκ ἔφασκον ἐκφῦναι Θεοῦ,
ἀλλά με νυμφευθεῖσαν ἐκ θνητοῦ τινὸς
τεκεῖν σ’ ἐλήρουν καὶ γάμους ψευσαμένην
λέχους ἁμάρτημ’ ἐς Θεὸν μ᾿ ἀναφέρειν·
καὶ νῦν κτανεῖν σ’ ἔσπευσαν ἀνόμως φθόνῳ
ἐχθροῦ σοφίσμαθ’, ὧν νιν οὕνεκα κτανὼν
ἄλλων τε πάντων παγκάκων σοφισμάτων
παύσεις στροβοῦντα κόσμον ἐν σοφίσμασι,
καί μιν σιδηραῖς ἁρμόσας ἐν ἄρκυσι
στήσεις κακοῦργον τῆς κακουργίας, Τέκνον.
Σφᾶς δ’ αὖθις αὐτοὺς ἐκ χθονὸς τῆσδ’ ἐκβαλεῖς,
ἄλλοις δὲ δώσεις καὶ πόλιν τε καὶ κράτος,
ὡς συμβόλοις εἴρηκας ἤδη σοῖς φίλοις,
ἐν οἷς χορεύσεις καὶ καταστήσεις τὰ σὰ
μυστήρι’, ἵν᾿ ᾖς ἐμφανῶς Θεὸς βροτοῖς,
ὡς ἐν πόλῳ ξύμπασιν· ἐς δ’ ἄλλην χθόνα,
εὖ διαθεὶς τἀνθένδ’, ἀναστήσεις κράτος.
Δεῖ γὰρ πόλιν τήνδ’ ἐκμαθεῖν, κεἰ μὴ θέλει,
νῦν οὖσ’ ἀμαθὴς τῶν γε σῶν μυστηρίων,
ἄλλην τε πᾶσαν γηγενῶν παροικίαν,
ἣ θεομαχεῖ τὰ κατὰ σὲ σπονδῶν τ’ ἄπο
ὠθεῖ σ’, ἐν εὐχαῖς δ’ οὐδαμοῦ μνείαν ἔχει·
οὔπω γὰρ οἱ τάλανες ἔγνωσαν γόνον
ἥκοντα Πατρός ἐκ πόλου πρὸς γῆν κάτω.
Ὧν οὕνεκ᾿ αὐτοῖς δεῖξον, ὡς εἶ σὺ Θεὸς·