Ancient Greek · ~7 min
Section 1, lines 1.1575-1.1626
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1575-1626
Not analysed yet
δείξεις δὲ πάντως· ἢν δ’ Ἰουδαίων γένος
ὀργῇ σὺν ὅπλοις ἐξάγειν χθονὸς θέλῃς
ἄρδην, ἐλάσεις Αὐσόνων στρατηλατῶν,
οὓς σφῶν ἀνάσσειν ᾑρετίσαντ᾿ ἀφρόνως,
σὴν δεσποτείαν ὡς ἀπηγορευκότες,
ἄνακτα τὸν Καίσαρ’ ἀνηγορευκότες.
Ποινὴν γὰρ ἀθρῶ σοῦ πότμου ζωηφόρου,
πῦρ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
τεφρούμεν’ ἤδη, πυρὸς ἄσβεστον φλόγα,
ἀθάνατον Θεοῦ πόλιν πρὸς τήνδ’ ὕβριν.
Αἰνῶ κρίσιν, ἄβατον ἣ πέδον τόδε
τίθησι πᾶσι τοῖς φονευταῖς σου, Τέκνον,
ὃς τὰς Λυδῶν πανευκλεεῖς λιπὼν πόλεις
Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκα;
Βάκτρια τείχη τήν τε δύσχειμον χθόνα
Μήδων παρελθὼν Ἀρράβων τ᾿ εὐδαίμονα,
ἔθνη τὰ μακρὰν ἐν σκότῳ βεβυσμένα,
πᾶσάν Ἀσίαν, ἣν παρ’ ἁλμυρὰν ἅλα
Ἕλλησι κεῖσθαι φασὶ βαρβάροις θ’ ὁμοῦ,
πλήρεις ἔχουσαν καλλιπυργώτους πόλεις,
ἐς τήνδε πρῶτον ἦλθες Ἑβραίων χθόνα,
ἥ σ’ ἐς τάφον τίθησιν ἐκ σφαγῆς νέκυν.
Ἰὼ, Θεοῦ μέλαθρα καὶ πόλις φίλα,
ὦ καλλίπυργον ἄστυ Δαυΐδου χθονὸς,
ὦ θαλάμευμα τῶν πάλαι θεοπρόπων,
θεοκτόνων σπήλαιον ὡς νῦν ἀνέφυς·
Πῶς σε στενάξω; πῶς σε θρηνήσω φόνου;
Ἀλλ’, ὦ λιποῦσαι Γαλιλαίας χωρίον,
ἐμὸς θίασος, ἃς συνεμπόρους ἐμοὶ
ἐκεῖθεν ἕλκει μυστίδας μυστηρίων
ὁ νῦν νέκυς, φεῦ, τῷ λάκῳ τεθειμένος,
ἐᾶτε τἀπιχώρι᾿ νεκρῷ μέλη,
λεπτοῖς δὲ θρήνοις νῦν μιν ἀνυμνήσατε,
ἔπειτ’ Ἄνακτα ζῶντ᾿ ἀνευφημήσετε,
ὡς ἔστιν ἐλπὶς ἀσφαλεστάτη δ’ ἐμοί.
χωρεῖτε χωρεῖτ’, οὐκέτ᾿ εἰμὶ προσβλέπειν
οἵα πρὸς αὐτοῦ καὶ τάφον καὶ τὸν λίθον.
Εἴχωμεν οὖν, εἴκωμεν, ὦ φίλαι κόραι·
ἴτ᾿ ἴτε, κἀπίωμεν ἡσύχῳ βάσει
εἰς δῶμ’, ἐν ᾧ θηλυγενὲς μένει γένος,
μήτηρ ὅπου μάλιστα Μάρκου Μαρία,
μύστην ὅπου θίασον οἶμαι συντρέχειν·
κἀκεῖ μενοῦμεν γλυκεροῦ φάους δρόμον·
ἢ μᾶλλον ἀπίωμεν εἰς παιδὸς νέου,
ὅν μοι τέθεικεν υἱὸν γἱός μοι μόνος.
Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως λέγεις·
ἐκεῖσε δεῖ, δέσποινα, νῦν ἀπιέναι,
ὥστ᾿ ἆσσον οὔσας τοῦ τάφου πάντα σκοπεῖν,
πᾶσαν δὲ τὴν αὔριον ἡσύχως ἔχειν
τῆς ἐντολῆς ἕκητι καὶ μένειν κνέφας,
κνέφας φαεινὸν τῆς τριτάτης ἡμέρας,
ὡς ἂν ἰοῦσαι λάθρα πληρώσητ’ ἔθος.