Ancient Greek · ~7 min
Section 1, lines 1.1627-1.1672
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1627-1672
Not analysed yet
Ἴωμεν οὖν, ἴωμεν, εἴκωμεν τάφου,
πρὶν δυσμενῶν τις παριὼν καταλάβῃ.
Δείξω δὲ χῶρον, ἔνθα νυχεῦσαι δέον.
Ιδού σε, Τέκνον, καταλείπουσαι μόνον
ἄπιμεν, ᾗχι σταθμὰ θηλειῶν γένους,
πρὸς οἶκον υἱοῦ, τῷ με παρέθου, Τέκνον,
δέον μένειν πρὸς νάπος ἐγγὺς σοῦ τάφου.
Ὠ φίλτατ᾿ ἀνδρῶν, καὶ θανὼν ἐμοὶ δ’ ὅμως
τῶν φιλτάτων ἀεί γ’ ἀριθμήσῃ πολύ·
χαῖρ’· ὕστατόν σε νῦν ἐγὼ προσφθέγγομαι.
Γένεθλον ἐσθλὸν, οὐκ ἐν αἰνιγμοῖς φράσω,
ἀνὴρ ὅδ’ ἐστὶ καὶ Θεὸς Θεοῦ γόνος.
Σαφῶς γὰρ αὐτὸν τοῖσιν ἐξειργασμένοις
Θεὸν νομίζω, τοῦ δὲ θανάτου πέρι
σοφὴν πρόνοιαν αἰτιῶμαι καὶ κρίσιν,
δι’ ἧς ὁ πότμος τοῦ γένους λυθήσεται.
Αὐτός θ’ ὁ χαμαίσυρτος ἐχθρὸς τοῦ γένους
συντρίβεται νῦν, θανατοῦται, κτείνεται·
κτανεῖ γὰρ αὐτὸν κἀντιπορθήσει γένος
ὁ τῶν πόλων πάγκλυτος Ἰησοῦς Ἄναξ
ποινάς ἀδελφῶν καὶ πατρὸς πρώτου λάβῃ,
παλαιφάτου γέροντος, ὃς βροτῶν γένος
ἔσπειρεν ἐν γῇ, λείμακος ῥιφεὶς ἄπο
ἐξ ἀπάτης δράκοντος αἰολοσκόπου,
πόλει δὲ θήσει τῇ μακαριωτάτη.
Καὶ ταῦθ’ ὁ τοῦδε πότμος ἐξεργάζεται,
καὶ τῶνδ’ ἕκητι καὶ βροτὸς πέφηνέ πως,
φρικτῶν θ’ ὅδ’ ἀνὴρ θαυμάτων ὦπτο πλέως
ἐς τόνδε κόσμον, ὧν σὺ πόλλ’ οὐκ ἀγνοεῖς·
φανεὶς δ’ ἀνὴρ ἄριστος οἴχεται θανὼν,
αὖθις δ’ ἀναστὰς καὶ Θεὸς γνωσθήσεται.
Εἰ δ’ ἐν πόλοις ἦν, ἐσθλὸς ὢν ἐλάνθανε,
ταῖς στρατιαῖς ὑμνούμενος μόναις ἄνω,
σιγώμενον τε κῦδος εἶχεν ἐν πόλῳ.
Αἴτια ταῦτα τοῦ τόκου καὶ τοῦ πότμου·
τὸ πᾶν δ’ ἐρῶ σοι, τῶν βροτῶν σωτηρία.
Τοιγὰρ τέθνηκεν, ὧν ἐχρῆν ἥκισθ’ ὕπο,
εἰς δεσμά τ᾿ ἦλθε καὶ λόγους ἐμπαιγμάτων.
Τοιαῦτα λαὸς ὁ πρὶν ἠγαπημένος
εὐεργέτην ἔδρασε, θυμωθεὶς φθόνῳ·
καὶ ταῦτα μὲν πέπονθεν οὗτος οὐκ ἄκων,
ἃ δ᾿ αὐ παθεῖν δεῖ λαὸν, οὐ κρύψω κακά.
λίπῃ πόλισμα, βαρβάροις εἰκὼν, ἄκων,
δοῦλος, μέτοικος. Ἔστι γὰρ τὸ θέσφατον
εἰς πᾶσαν αἶαν βαρβάρων ἀποτρέχειν,
αίχμαῖς ἁλωτοὺς, πόλλ’ ἀνατλάντας κακά.