Ancient Greek · ~7 min
Section 1, lines 1.1673-1.1719
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1673-1719
Not analysed yet
Ἀναιρέταις γὰρ πᾶσιν αὐδᾷ παγγενῆ
λιπεῖν πόλιν τήνδ’, ἀνοσίου μιάσματος
δίκας τίνοντας τῷδ’, ὃν ἔκτειναν φθόνῳ,
καὶ μηκέτ’ ἰδεῖν πατρίδ’· οὐ γὰρ εὐσεβὲς
μένειν φονευτὰς ἐν τάφοις νεκρουμένων.
Πόλεις δὲ πολλὰς εἰσαφίκωνται, ζυγὸν
δούλειον ἀνέλκοντες οἱ δυσδαίμονες,
αἰχμαῖς ἁλωτοί, χρησμὸς ὡς λέγει Θεοῦ,
πάντη διασπαρέντες, οὐ νόστον δ’ ἔτι
οἱ τάλανες σχήσουσιν οὐδ’ ἐπάνοδον,
ἀφ᾿ οὑ τάδ’ ἐκπέρσει γ’ ἀνηρίθμῳ στρατῷ
ἡγούμενος λόγχαισιν Αὐσόνων δράκων.
Ταῦτ’ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς ἔφη
εἰπών τις, ἐκ Θεοῦ δὲ, καθὼς ἄρ’ ὅδε
ὁ νῦν νέκυς εἴρηκε πάντ᾿ δυνάμει,
οὐδέν τι μαθὼν τῶν θεοπρόπων ἄπο,
αὐτοὺς δὲ μᾶλλον πάντα διδάξας τάδε.
Οὗτος δ’ ἃ μέλλει πήματ᾿ ἐκπλήσειν, φράσω,
ἀπεμπολητὴς αἰσχρὸς ἐξ ὀπαόνων.
Αὐτὸς μὲν εἶπας, ὡς μανεὶς ἄλγους ὕπο
βρόχοις κρεμαστοῖς ὑπέβαλε τὴν δέρην·
πεσὼν δ’ ἔπειτα δίχα λακίσει τάλας
ἴδῃ τε δεινὸν ἦμαρ· οὐδὲ παύσεται
κακῶν ὁ τλήμων οὐδὲ τὸν καταιβάτην
ᾄδην διαβὰς ἥσυχος γενήσεται,
στένων ἄληκτα καὶ βοῶν σφοδροῖς πόνοις,
καὶ νᾶμα πυρὸς τόνδε δ’ ὑποδέξεται.
Ὦ φίλος, ὡς εἰς δεινὰ φὴς ἐλθεῖν κακὰ
πάντας, κἄμ’ αὐτὸν συγγόνους τ᾿ ἄρδην ἐμούς·
κἀγὼ δ’ ὁ τλήμων βαρβάρους ἀφίξομαι;
ἢ ποῖ τράπωμαι πατρίδος πορθουμένης;
Ὦ πάμμεγ’ ἐμπνέουσα βαρβάροις ποτὲ
πόλις, τὸ κλεινὸν οὔνομ’ ἀφαιρῇ τάχα.
Χαῖρ’, ὦ μέλαθρον, χαῖρε, πατρῴα πόλις·
λίπω λίπω σε, δυστυχῶς δοῦλος γεγὼς,
αἰχμαῖς ἁλωτός· βαρβάρων δ’ ἴδω πέδον,
εἰ μὴ γέροντ᾿ ὄντα με προφθάσει πότμος,
ὃν εἴθ᾿ ἴδοιμι πατρίδος μένων πέδω·
συνῆκα γὰρ, θέσφατον ὡς οὕτως ἔχει.
Τὸ μὲν σὸν εὐδόκιμον, εὐσεβὲς γέρον·
ὁ δ’ ἐγγενής σοι λαὸς ἐκτίσει δίκην,
ὡς ἀξίαν μὲν λίαν, ἀλγεινὴν δ’ ὅμως·
αὐτὸς δ’ ἑαυτὸν αἰτιάσθω τῆς δίκης.
Οὐ γάρ τι λέξει πρὸς πρόφασιν, ὡς τάχα
οὐκ ἦλθεν, οὐκ ἤμυνεν οὐδ’ ἐπεστράφη,
εὐεργετῶν πάλαι τε καὶ νῦν εὐτρόπως.
Τίνας γὰρ οὐκ ἔστειλε κήρυκας πάλαι;