Ancient Greek · ~7 min
Section 1, lines 1.1720-1.1767
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1720-1767
Not analysed yet
οἵων δὲ δώρων οὐκ ἔπλησε νιν ξένων,
ὃν ἐξαγαγὼν καὶ πικρᾶς τυραννίδος
ἐθνῶν ἄνακτ᾿ ἔθηκε πανσθένως μέγαν,
ὅτ᾿ ἀμφὶ Βασὰν τήν τ᾿ Ἀμορραίων χθόνα
ἐθνῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
ἔρρηξε πέλτην, τῷ δὲ δουλώσας στρατὸν
παρέσχεν· ὧνπερ λακτίσας πολλὴν χάριν
προὔδωκεν αὐτὸν εἰς φόνον μιαιφόνοις·
ὃς ὕστερον μὲν ἦλθεν, εἰς καιρὸν δ’ ὅμως·
θεοπρόποι γὰρ καὶ νόμος πολλοῖς χρόνοις
ἱδροῦντες, αἰχμάζοντες οὐχ εὗρον πέρας,
Χριστῷ δὲ φῶς ἒν ἡλίου καταρκέσει
ᾄδου δόμους πέρσαντι θἠτέρᾳ πάλιν
πρὸς γαῖαν ἐλθεῖν, συντεμόντ᾿ ἄλγη βροτῶν·
τῶν γὰρ ἕκητι πτωχικὴν λαβὼν στολὴν
εἴσεισιν ᾅδην· πολλὰ δὴ κεῖθεν σκῦλα
ἄρας φανεῖται νερτέρων ἐπίσκοπος
κτανών τε φρουροὺς καὶ παραστάτας πυλῶν
ἐκεῖθεν ἔλθῃ πᾶσί τε γνωσθήσεται
ἀρωγὸς, αὐτόριζος ὢν εὐεργέτης,
ὃν ἐγγενὴς ἔκτεινε λαὸς ἐν φθόνῳ.
Οἱ δ’ οὐδὲν αὐτῷ συγγενεῖς πεφυκότες
κτηθέντες αὐτῷ τοὶ μὲν ἐν χωστοῖς τάφοις,
οἵδ’ ἔν τ᾿ ὄρει τε καὶ σπέει καὶ γῆς βάθει
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ Θεοῦ
μενοῦσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
οὐδ’ ἐν χιτῶσι τρυφεροῖς ἐγκείμενοι,
οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενοι,
τοὶ δ᾿ ἐν μαχαίραις καὶ σπάθῃ τε καὶ ξίφει
πίπτοντες ἐμφανοῦσι πίστιν ἀσφαλῆ,
οὐχ ἣν ὁ πράτης καὶ σφαγεῖς εὐεργέτου,
οὓς ἐκτῖσαι δίκαιόν ἐστι τὴν δίκην.
Σὲ δ’ ἐξαναστὰς εὐχερῶς ἐκρύσεται,
ὃν εὐπρεπῶς τέθεικας ἐν καινῷ τάφῳ,
καὶ μακάρων ἐς αἶαν ἐγκαθιδρύσει,
σάλπιγγος ἠχῇ νεκρέγερτον δεικνύων.
Δεῖ γάρ σε τὴν φονῶσαν ἐκλιπεῖν πόλιν
καὶ πραέων οἰκεῖν σε δάπεδον, μάκαρ,
θεὸν φανέντα, φθιτὸν ἀμείψαντα σε
πάχος βρότειον τ᾿ ἀποβαλόντα φθορᾶς,
ἣν ἐξ ἀπάτης ἔσχες, ὡς θνητὸς γεγώς.
Τῶνδ’ οὐδὲν ᾔδειν ἐκ λόγων θεοπρόπων,
Διδασκάλου δ’ ἔγνωκα τοῖς στέρνοις κλιθείς·
οὕτως ἔσεσθαι τοὺς Θεῷ φιλουμένους
ἐγὼ συνῆκα Δεσπότου στέρνοις πεσὼν,
ὥστ᾿ ἐξ ἀβύσσου πόλλ’ ἀπαντλήσας σοφά.
Σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν.
Πέποιθας αὐτὸν δ’ αὖθις ἰδεῖν ἐν χθονί;