Ancient Greek · ~7 min
Section 1, lines 1.1768-1.1812
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1768-1812
Not analysed yet
Πέποιθα· δείξει τοὐπιὸν σέλας Θεοῦ·
μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον.
Ἡμῖν μὲν ὡς μέγας τις ἥκων ἐκ Θεοῦ,
ἁπλῶς τε θανὼν, ὡς βροτὸς τυμβεύεται
ἐν σινδόσιν μύροις τε, μητρὸς ἐκ θνατᾶς
φανείς· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών.
Εἰ δ’ ὡς Θεὸς νῦν κυριεύσει καὶ μόρου,
ἔσται τολοιπὸν, ὡς Θεοῦ Παῖς καὶ μόνος,
ἅπασι σεπτὸς τοῖσιν εἰδόσιν Θεὸς·
πένθος δὲ βαιὸν ὄντι μητρὸς ἐκ θνατᾶς
κείσθω· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρέος.
Ἡμῖν μὲν οὕτως νῦν τετίμηται φίλος·
ὃς δ’ εἴ τι πράσσειν ὡς Θεὸς θέλων σθένει,
καιρὸς πάρεστι· φῶς γὰρ ἡμέρας τρίτης
οὐ μακράν ἐστι, καὶ τὸ πᾶν φανήσεται.
Πέποιθα πάβιν ημέραν έλευθέραν
ακτίνα την τρυταίαν ηλίου φέρειν.
Ἴδοιμ ἴδοιμι γλυκερόν τ' ἦμαρ τόδε·
εἴθ' εἴθε, φίλος, θαῦμα τοῦτ ίδοιμ' ἐγώ.
Νῦν δ' ἀπίωμεν, Νικόδημ' εὐεργάτα·
στείχωμεν ἡμεῖς, φίλε, κἀξαιτ; μεθα
ὑπέρ τε λαοῦ, καίπερ ὄντος ἀγρίου,
ὑπέρ τε πάτρης τὸν Θεὸν μηδὲν νέον
δρᾶν, κἄν ἕως πάρεσμεν ἄμφω τῷ βίῳ.
Καὶ σὺ δὲ, φίλε παρθένε, ξὺν παρθένῳ
πρὸς ταῦτα συνάρηξον ἡμῖν τοῖς φίλοις,
ναὶ καὶ σὺ συνάρηγε καὶ θρηνοῦσά περ,
δέσποινα, μῆτερ τοῦ διφυοῦς, ὡς λόγος
τοῦ παρθένου πείθει με μύστου σοῦ Τέκνου.
Ἄπιθι καὶ δύναμιν ἄγγελε βροτοῖς
σὺν Νικοδήμῳ νυκτέρῳ μύστῃ πάρος,
τανῦν δὲ σὺν σοὶ παμφανεστάτῳ φίλῳ.
χαίροντες ἴτε μήτι που πτοούμενοι.
Ὁ βίοτος γὰρ τῆς καλῆς ἡσυχίας
καὶ τῆς ἀκραιφνοῦς ἀγάπης καὶ φιλίας
τό τε φρονεῖν εὐ σωφρονεῖν τ’ ἐν τῷ βίῳ
τηρεῖ τὰ πάνθ’, ὡς ἀσάλευτα προσμένειν·
Θεὸς γὰρ οἶδε πάντα καὶ σοφῶς κρίνει.
Σύ τοί με πείθεις, σοῖς τε πιστεύω λόγοις
τάξιν τε τηρῶν εἶμ’ ἐλεύθερος φόβου.
Χώρει· μέλειν γὰρ πάντα οἱ δοκεῖ φίλων,
αὐτοί τ’ ἐπιγνώσεσθε τοὺς ἐμοὺς λόγους.
Ὑμεῖς δ’ ἕπεσθε νῦν, κόραι, σὺν μητρί μου,
ἕπεσθε, Χριστὸν καρδίαις ὡπλισμέναι
πτοούμεναί τε μηδὲν, ἀλλ’ ἕπεσθέ μοι ·