Ancient Greek · ~7 min
Section 1, lines 1.1813-1.1865
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1813-1865
Not analysed yet
δείξω γὰρ οἶκον, ἔνθα νυχεῦσαι δέον.
Οὐκοῦν ὅδ’ ἐνδέξιος οἶκος· ἐνθάδε
τανῦν καταυλίσθητε· καὶ γὰρ εὐφρόνης
οὐ βραχὺ ταρῴχηκεν, ὡς ὁρῶ,
ἐγγὺς δ’ ἕως πάρεστιν, ἐκρέει κνέφας.
Ἰώ μοι· ἰώ·
ψυχῆς μελούσης, καρδίας παχνουμένης.
ὕπνος βλεφάροις τοῖς ἐμοῖς πῶς ἐμπέσῃ;
οἴμοι, Τέκνον μου, σῆς σφαγῆς πανταδίκου·
ὤμοι ταλαίνῃ δραμάτων ἀντιστρόφων·
οὐ γὰρ συνῳδὰ ταῦτα τοῖς ἠλπισμένοις,
κἂν συνᾴδωσι τοῖς προηγορευμένοις.
Ἔτλην μεγίστας συμφορὰς καὶ πρὶν, Τέκνον,
ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων·
ἀλλ’ εἵπετ᾿ εὐθὺς συμφοραῖς θυμηδία,
σοῦ συμπαρόντος καὶ λύοντος ἀνίας·
νῦν δ’ ἄλγος ἀφέρτατον, οἴμοι, πῶς φέρω;
Τί γοῦν, τί δράσω νῦν παθοῦσ’ ἀμήχανα;
θέλξει δ’ ἕδραν ὄμματος ὕπνος πῶς ἄρα;
Ἄμμες μὲν, ὦ δέσποινα, χαμαιστρωτίᾳ
ἀνεκλίθημεν, σώμασιν παρειμέναι,
νέαι, παλαιαὶ, παρθένοι τ᾿ ἔτ᾿ ἄζυγες,
ἄλλαι πρὸς ἄλλων ἐρείσασαι Κᾶρας.
αἵδ’ ἐν παρειαῖς ὑποβαλοῦσαι χέρας,
καὶ βαιὸν ἡρπάσαμεν ὕπνου βραχύ τι·
σὺ δ’ οὐχ ὑπνώσας οὐδ’ ἀνέκλινας δέμας,
παννύχιον στένουσα κὠδυνημένη·
πάσῃ γὰρ ἄγρυπνον εὐφρόνῃ στρέφεις.
Ἕως τίνος μείνῃς δὲ προσκαθημένη
ἄυπνος, ὄμμα μηδόλως μύουσα σόν;
Ἠὼς, ἰδοὺ, πέφηνε, καὶ λεωφόρον
περιτρέχουσι δῆμος ἄνω καὶ κάτω·
γῆς τ’ ἀναδραμὼν ἥλιος φαεσφόρος
ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
Υἱὸν τεθέντα νεκρὸν ἰδοῦσαν τάφῳ
οὐ δεῖ με θρηνεῖν καὶ στένειν καὶ δακρύειν,
ἕως ἴδοιμι ζῶντα πάλιν ἐκ τάφου;
ὕπνος δ’ ἄρα μου πῶς βλεφάροις ἐμπέσῃ;
Κἀγὼ μελούσῃ καρδίᾳ λήγουσ’ ὕπνου
κεῖμαι, πεδοστιβὴς γε χαμαιστρωτίᾳ
κοὔτ᾿ ἔβρισ᾿ οὔτ᾿ ἐκοίμισα, σφοδρῶν γόων
σῶν, παρθένε, κλύουσα καὶ στεναγμάτων.
Ἔγρεσθ᾿ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε. ,
ἔξιτ᾿ ,ἄπιτε βαιὸν ὡς πρὸς τὴν πόλιν,
ὅσον προβαίνειν ἐντολὴ δίδωσί πως·
ἴσως τι μαθήσεσθε καὶ νεώτερον.
Πολλοὶ γὰρ ὑμᾶς ἀγνοοῦσι, κοὐ δέος
Καὶ μὴν ὀπαδῶν νῦν τιν’ εἰσορᾶν δοκῶ
σπουδῇ σκυθρωπὸν ἐνθάδ᾿ ἐφωρμημένον·
δοκεῖ δὲ καινῶν ἄγγελος μηνυμάτων.
Πη πη μολὼν εὕροιμ’ Ἰησοῦ μητέρα;
εἴπατέ μοι, γυναῖκες, εἴπερ ἴστε, μοι
σημήνατ᾿ · ἆρα τῶνδε δωμάτων ἔσω;