Ancient Greek · ~7 min
Section 1, lines 1.1866-1.1911
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1866-1911
Not analysed yet
Ἥδ᾿ ἐντὸς, ἀθρεῖς, τῶνδε δωμάτων μένει.
Δέσποινα μῆτερ Μυσταγωγοῦ μοι φίλου,
καὶ νῦν μερίμνης ἄξιον φέρω λόγον
σοὶ καὶ μαθηταῖς καὶ γυναιξὶ σοὶ φίλαις.
Εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλων φόβον.
Τί δ’ ἐστί; μῶν τις συμφορὰ νεωτέρα;
Πολλὴ φάλαγξ ἔνοπλος εἰς τάφον μολεῖ,
τίνος δ’ ἕκητι, συμβαλεῖν σάφ’ οὐκ ἔχω,
ἥκω δ’ ἀκούσας οὐ τορῶς, φήμη δέ τις
λαοῖσιν ἐμπέπτωκεν, ὡς κατάσκοποι
ἥκουσι τάφου· χὠ μὲν οὐκ ἰδὼν λέγει,
ὅδ’ εἰσιδὼν μολοῦντας οὐκ ἔχει λέγειν,
ὃς δ’ εἰδέναι λέγων τι φράζειν οὐ θέλει.
Πλὴν εἱς τις εἰπε γραμματεῖς προσιέναι
καὶ ταῦτα πεῖσαι κοίρανον τῆσδε χθονὸς
πέμψαι φύλακας καὶ σφραγίσαι τὸν λίθον,
ὡς μὴ τάχα κλέψωσι μύσται τὸν νέκυν·
ὧν οὕνεκ᾿ ἦλθον πρὸς σὲ ταῦτ᾿ ἀπαγγέλων.
Ὠ ῥάπτα κακῶν τῶν ἀφερτάτων ἐμοὶ,
γραμματέων ὅμιλε καὶ πρεσβυτέρων·
ὠ τῆς φονώσης ἐργάτα τολμηρίας,
ὠ δραματουργὲ τοῦ φόνου τοῦ Δεσπότου,
ὡς συνιεὶς μὲν, οἶα τολμᾷς ἀφρόνως,
δέξῃ βέλος δριμύ τι κατὰ καρδίας,
πάνδεινον ἀλγῶν ἄλγος· ἢν δ’ ἄρ᾿ ἐς τέλος
ἐν τοῖσδε μείνῃς, οἷς τανῦν κακῶς μένεις,
οὐκ εὐπραγῶν δόξεις γε μὴ κακῶς ἔχειν
ἐξ ἀφροσύνης καὶ κακῆς ἀβουλίας·
γνοίης δ’ ὅμως ἔπειθ’, ὅτ’ οὐ κέρδος τί σοι.
. Πῶς γὰρ ἔσονται νεχροφῶρες οἱ μόγις
μιαιφόνους σφῶν χεῖρας ἐκπεφευγότες;
προσεγγίσαι πείσει δὲ τὶς σφᾶς τῷ τάφῳ,
οὕτω τρέσαντας καὶ λίαν πεφρικότας;
Ἄπιθ᾿ ἄπιθι καὶ φύλασσε τὸν τάφον,
ναὶ ναὶ, φάλαγξ, ἄπιθι κἀσφαλῶς βλέπε·
μάρτυς γὰρ ἴσως τῆς ἐγέρσεως ἔσῃ.
Ἄμμες δὲ, φίλαι, τῇδε μίμνωμεν πέλιν.
Ναὶ ναὶ μένωμεν ἡσύχως ἐν οἰκίᾳ
μηδ’ ἀπίωμεν ἐς τάφον νῦν Δεσπότου,
ἀλλ’ ἰέναι μείνωμεν εὐφρόνης κνέφας.
Καὶ μὴν ἰδοὺ, πρόεισιν ὄρφνης τὸ κνέφας.
Λοιπὸν μένωμεν ἡσύχως ἐκ φυλάκων.
Πῶς γάρ τις ὄρφνῃ δυσμενῶν ἀνὰ στρατὸν
ἐλθὼν μυρίσει τόνδ’ ἀκινδύνως μολών;
κατάσκοπον δὲ πρὸς τάφον μολεῖν ἔδει
τίν’ ἐξ ὀπαδῶν ἄγρυπνον Διδασκάλου·