Ancient Greek · ~7 min
Section 1, lines 1.1912-1.1960
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1912-1960
Not analysed yet
ναὶ ναὶ προσήκει τίν᾿ ἀπιέναι τάχει·
κἂν μέν τινα κρυφαῖον οὐ γνοίη δόλον,
βῶμεν πρὸς ὄρθρον τύμβον ἐς ζωηφόρον·
δέμας νέκυος τοῦ μυρίσαι κατ᾿ ἔθος
ἐλευσόμεσθα· τήνδ’ ἔχω γνώμην ἐγώ.
Ἢν δ’ αὖ τιν’ ἐχθρῶν μηχανὴν
τῆς καλλιφεγγοῦς ἡμέρας τὴν ἀκτῖνα
σιγῇ μενοῦμεν, οὐδὲ χρεία μυρίσαι
τὸν κείμενον νῦν· οὐ γὰρ ὑπὸ γῆς ζόφον
φθορὰ κατασκήψει τις εἰς δέμας Λόγου,
οὔτ᾿ οὖν καθέξει ψυχὰν ᾅδης παμφάγος·
ἑκὼν γὰρ ἔτλη πότμον, οὐκ ὄφλημ’ ἔχων,
ἵνα κατειρχθῇ κατ’ ὀφειλὴν εἰς ζόφον.
Ἐξ ἀφθίτου γὰρ ἄφθιτον πεφυκότα
πῶς νιν φθερεῖ ταμίας ᾅδης νερτέρων;
ὃν καὶ λάφυρ’ ἐκεῖθεν ἑλκύσαι δοκῶ,
ὅσους βροτῶν καθεῖρξεν, οὓς ξυνήρπασε
κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.
Ορθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν·
πέμφ’ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς λέγεις·
σὺν σοὶ δέ μ’ ὄψει καρτεροῦσαν ἐς τέλος.
Τίς δῆτα φίλων, αἱ πάρεισιν ἐνθάδε,
τολμᾷ κατόπτις ἔννυχος τύμβῳ μολεῖν;
τίς ἂν γένοιτο νῦν ἐμὴ δ’ εὐεργέτις;
μύσται γὰρ οὐ πάρεισι τοῦ Διδασκάλου,
φεύγοντες ὁρμὴν ἄλογον μιαιφόνων.
Οὐ γὰρ ἴσως πνέουσι θυμοῦ καθ’ ὅλων·
περιφρονοῦσι καὶ γὰρ ἡμῶν τοῦ γένους,
μύστας δὲ διώκουσιν ἀλόγῳ θράσει.
Ἐγὼ πρὸς ὑμῶν τόνδε κίνδυνον θέλω
ῥίψασα κατόπτις σοροῦ θείου μολεῖν·
ἅπαντ’ ἐκεῖθεν ἐκμαθοῦσα δ’, ὡς ἔχει,
ἥξω πρὸς ὑμᾶς, πρὶν φάος μολεῖν χθόνα·
ἥξω δὲ θᾶττον. Τόνδ’ ὑφίσταμαι πόνον
ἕκητι πολλῶν, ὧν ἀπηλλάγην, κακῶν·
κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμα
αὐτὸς παράσχῃ νεκρὸς, οὐ νεκρὸς δ’ ἐμοὶ.
Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ’ ἔτι κνέφας.
Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἔως,
ἣν εἴθ᾿ ἴδοιμι τάχιον γε, Παντάναξ·
ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος·
ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω,
αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον·
πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶ
ἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν.
Ἄπιθ᾿ ἄπιθι· προδραμοῦσα τί μάθοις,
ἀνδρώαν εἰσφέρουσα τὴν τολμηρίαν;
Ἄμμες δ’ ἐφεψόμεσθα σὺν αὐτῇ Κόρῃ
ἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων·