Ancient Greek · ~7 min
Section 1, lines 1.1961-1.2006
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1961-2006
Not analysed yet
πάσας γὰρ οἶμαι συνδραμεῖν σοι πρὸς τάφον,
ἰδεῖν ποθούσας τέρμα τῶν ἠλπισμένων.
Μικρὸν δ’ ἐφυπνώσωμεν, ἠὼς οὐκ ἄπο.
Σφοδρῶς πονεῖν με χρὴ, πονοῦσαν δ’ ἄξιον
μισθὸν προαθρεῖν· παντὶ γὰρ προκείμενον
ἆθλον πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν,
ἣν πολλαπλῆν εἴληφα καὶ πάλιν λάβω.
Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως σκοπεῖς,
σύ τ᾿ εὖ παραινεῖς καὶ σὺ καιρίῳ,. λέγεις,
λέγεις δὲ μισθὸν καὶ χάριν, ὅσην ἔχεις,
προ τῶν λαβοῦσα, καὶ πάλιν λάβοις·
πλὴν οὐν τί μεῖζον τῶνδ’ ἀπαιτήσεις γέρας;
δώσει δ’ ὅμως σοὶ δῶρ’, ἃ καλλιστεύεται
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγὼ, πολὺ,
μακαρία δ’ ἔπειτα κυρήσασ’ ἔσῃ.
Ἰδοὺ, τὸ σόν γε προσκοπουμένη δράμω·
πρώτη δ’ ἴδοιμι τὴν ἀνάστασιν, κόρη·
μισθὸν γὰρ αἰτῶ τῶν πόνων λαβεῖν τόδε·
ἀθρεῖς γὰρ, ἀθρεῖς τὴν ἐμὴν προθυμίαν.
Ὅρα, κατ᾿ ὄρφναν μὴ φύλαξιν ἐντύχῃς.
Φυλάξομαί τοι καὶ πόδ’ ἡσύχως βαλῶ.
Ἀλλ’ εὐτυχοίην καὶ τύχοιμι δ’, ὧν ἐρᾷς·
ἐρᾷς δὲ πάντως Υἱὸν ἰδέσθαι τάχει,
ὅπερ ποθοῦσα ῥιψοκινδύνως τρέχω.
Βάθ’ ὡς τάχιστ’, ἐμοὶ δὲ θᾶττον, ὧν ἐρῶ,
εὐάγγελος γένοιο, τυχεῖν ὡς ἔχω.
Εἴκω κελευσθεῖσ᾿ οὖσα γάρ μοι δεσπότις
οὐκ ἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλὰ πείθομαι.
Ἐφέψομαι κἀγὼ δὲ σὺν σοὶ, Μαρία·
ἀλγῶ γὰρ, ἀλγῶ καὶ μένειν σοῦ κατόπιν.
Οὕτω μέλουσα πῶς ποτ’ οἴσω νῦν τλάμων;
Καὶ λοιπὸν ἀπίωμεν, ὦ φίλα κόρα·
σὲ γὰρ ἔχουσα σύνοδον χαίρω μέγα.
Αἵδ᾿ ὕπνον οὐ βάλωσιν ὀμμάτων ἄπο.
Ἔγρεσθ᾿ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε;
γοργωπὸν ἕδραν τῶν βλεφάρων λύσατε.
Οὐ λεύσετ᾿ μηνάδος αἴγλην παμφαῆ;
ἀὼς πέλας, ἀὼς· ὅδ’ ἀστὴρ ἔγγιος,
θέλγει δ’ ἕδραν ὄμματος ἅδιστος γ’ ὕπνος·
ἅδιστος ἅδιστος γὰρ ἐν τοῖς βλεφάροις
ἐνδὺς ἔβα παχνουμέναις ταῖς καρδίαις.
Ἐγὼ μέλουσα καρδίᾳ παχνουμένη
ἄγρυπνον ὄμμα πᾶσαν ἀν’ ὄρφνην στρέφω.
Ἄμμες τάχει στείχωμεν, ὦ φίλα κόρα,
σφοδρᾷ μελήσει καρδίας δεδηγμένη.
Στείχωμεν οὐν τάχιστα τοῦ τύμβου πέλας·