Ancient Greek · ~7 min
Section 1, lines 1.240-1.285
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.240-285
Not analysed yet
Ἐς γὰρ τοσοῦτον μωρίας ἀφικάνεις,
ὥστ’ ἐξὸν αὖθις δείν’ ἑλεῖν βουλεύματα
καὶ πάντ’ ἀφέντα προσπεσεῖν Διδασκάλῳ
κἀκ τῶν βλεφάρων θερμὰ χύσαι δάκρυα
βρόχον κρεμαστὸν ἐξανάψεις ἀγχόνης,
ψυχὴν ἀφεῖναι τοῖς βροχώμασι τρέχων.
Ὅμως δὲ κἀν τοῖσδ’ οὐκ ἀπειρηκὼς, σέ πως
σώσει, τὸ σόν γε προσκοπούμενος κέαρ·
οὐ γὰρ δύναιτ’ ἂν ἀγαθός που μὴ μένειν.
Ἀλλ’ οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει·
οὐ γὰρ νόμον τίθησιν ἐν βροτοῖς βίαν·
ἥκιστα τοῦδε λῆμ’ ἔφυ τυραννικόν·
ῥαγεὶς γὰρ αἰσχρῶς πάγκακον ῥήξεις κέαρ.
Αλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ σύ που δόκει·
ἔτ’ εἰς ἀγῶνας σύ τε καὶ μιαιφόνοι,
καὶ πᾶσι συνδράσασιν οὐ σμικροὶ πόνοι.
Αἴσθοιτο δ’ αὐτῶν δῆμος ὑβριστὴς ἅπας
ἤτοι θανόντες ἢ φάος δεδορκότες,
οὓς νᾶμα πυρὸς αὖθις ὑποδέξεται.
Ὀρθῶς λέλεκται μῦθος ἀψευδὴς ὅδε,
ἄκου’, Ἰούδα, σῶν κακῶν κατάστασιν.
Καίτοι προκόψω γ’ οὐδὲν ἢ σκῆψιν μόνην·
οὐ γὰρ Θεὸς σε σωφρονεῖν ἀναγκάσει·
ἐν τῇ προαιρέσει δὲ καὶ γνώμῃ βροτῶν
τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ’ ἀεί. “
Ταῦτ’ εἶπεν οὐκ οἶδ’ ἄγγελός τις ἢ βροτὸς
πρὸς αὐτὸν, ὡς εἴρηκα, τὸν λογοπράτην.
Ὠ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί·
οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα·
Τάχ’ ἐξ ὀπαδοῦ δρᾶμα, Παῖ, κατηρτύθη,
ὃν πολλάκις ἔδειξας αἰνιγμῷ φίλοις·
οὐ γίρ σ’ ἔλαθε, τῶνδ’ ὃς αἴτιος κακῶν.
Ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,
σὺ ταῦτ’ ἔδρασας, σὸν προδοὺς εὐεργέτην ·
σὰ ταῦτα, δαῖμον · τίς γὰρ ἂν ἄλλος ποτὲ
ἔδρασεν ἢ ’βούλευσε δυσμενὴς ἀνήρ ;
Ὄλοιθ’ ὁ δράσας· ἡ δίκη δ’ ἐπίσταται,
αἰσχρός τε μύστης ἀξίαν τίσει δίκην.
Ἀργυραμοιβὲ, ποῦ συνῄδη σῷ δόλῳ ;
̓Αρ’ εἰσέτι ζῇς δεινὰ ταῦτ’ εἰργασμένος
οὐδ’ ὑπὸ γῆς τάρταρα σὸν κρύπτεις δέμας;
Δεῖ γὰρ τανῦν ἢ γῆς σε κρυβῆναι κάτω
ἢ πυρὸς ἐν ῥιπαῖσιν αἰθέρος θανεῖν.
Ὦ μῖσος, ὦ μέγιστον, ἔχθιστον κακόν·
τὴν Δεσπότην προδοῦσαν ἐξαυδῶ κάραν,)
ἔτλης προσελθεῖν ὡς φίλος Διδασκάλῳ·