Ancient Greek · ~7 min
Section 1, lines 1.2007-1.2053
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2007-2053
Not analysed yet
αἵδ’ ἀποβαλοῦσαι τὸν ὕπνον ὀμμάτων
ἥξουσιν ὡς τάχιον ἡσύχῳ βάσει.
Ναὶ ναὶ τάχει στείχωμεν· εὖ δ’ εἴη τυχεῖν.
Πέποιθα πᾶσι δ’ ἡμέραν ἐλευθέραν
ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
Ἄπιμεν οὖν, ἄπιμεν· αἱ δὲ κατόπιν
νῦν ὠσὶν ἠχὴν ἠρέμα δεδεγμέναι,
οἶμαι, πελείας ὠκύτητ’ οὐχ ἥσσονες
ποδῶν δράμωσι συντόνοις ὁρμήμασιν·
αὖθις γὰρ ἀφίημι ῥαδινὴν ὄπα,
σαφῆ κελευσμὸν συντρέχειν πρὸς τὸν τάφον.
ὀρθαὶ δ’ ἰδού γε· θαῦμ’ ἰδεῖν εὐκοσμίας.
Αἲ αἴ·
Τέκνον, ποθεινὸν ἦμαρ ἰδοὺ τὸ τρίτον,
τριταῖον ἤδη φέγγος, ἐλπὶς σοῖς φίλοις.
Μὴ δὴ παρέλθοι, καὶ θανεῖν με ξυμφέρει.
Ὠ Τέκνον, ὡ φίλτατον, ω’
πότ’ ἄρ’ ἐγώ σ’ ἢ ποῦ σ’ ἡ παντλήμων ἴδω;
Ὠ Τέκνον, εἴθε τάχος ἔλθοις μοι φάους·
ἔλθοις νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
λιπὼν, ἵν’ ᾄδης χωρὶς ᾤκισται φάους,
νῦν δ’ εἶδε φῶς μέγιστον ἐν σῇ καθόδῳ.
Ἔλθ’ ἐλθὲ, φάνηθι, προλαβὼν ἠοῦς σέλας.
Θεὸν Θεὸν σ’ ὀλύμπιον τὰ πάντ’ ἔχει.
Α ἄ
Εὐνὰς ἐρήμους τάσδε φυλάκων ὁρῶ.
Τί δῆτ’ ἂν εἴη; μῶν λόχος βέβηκέ πη;
Ἴσως ἐφ’ ἡμῖν μηχανὴν στήσων τινά ·
θρασὺς γὰρ ὄχλος, νῦν δ’, ἐπεὶ κρατεῖ. θρασύς.
Τί δῆτ’, ἀδελφὴ, δρῶμεν; οὐ γὰρ εὕρομεν.
ὡς ἠλπίσαμεν, ἐλπίδων δ’ ἡμάρτομεν.
Πείθου, πάλιν στείχωμεν· εὖ δ’ εἴη τυχεῖν
τὸν νεκρὸν αὐτὸν καρδίαις ὡπλισμέναις·
σώζει γὰρ αὐτὸν, ὅστις εὐφρόνως Θεῷ
ἀνατίθησι· καί γε νῦν βαδιστέον.
Ἄμμιν δὲ λίθον τίς ἄρ’ ἀποκυλίσει;
Ὀττοτοτοτοί·
Ἄναξ, Ἄναξ ἄφθιτε, τίς ὅδ’ ὁ κλόνος;
Πῶς δ’ ἐκκυλισθεὶς ἀθρόως ὦπται λίθος;
κενὸς δ’ ὁρᾶται καὶ τάφος τοὗ Δεσπότου.
Οὐκοῦν ἄπειμι καὶ φίλοις μύσταις ἐρῶ
ἄρσιν νέκυος, αὖ δ’ ὑποστρέψω τάχει·
εὕροιμι δ’ ὧδε σὺν γυναιξί σ’ αὖ, κόρη.
Εὖγ’ εὖγ’ ἐπανῆκες τάχιστα νῦν, φίλη·
ἐγὼ δὲ λίθον ἠρμένον βλέπουσ’ ἔτι
θαμβουμένη πέφρικα, πῶς ὧδ’ ἀθρόον
ὤφθη κυλισθείς τῆς θύρας πρὸ τοῦ τάφου.