Ancient Greek · ~7 min
Section 1, lines 1.2054-1.2101
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2054-2101
Not analysed yet
Ἄ ἄ · σίγα σίγα.
Ὁ λαμπροπυρσόμορφος οὗτος τίς δ’ ἄρα,
ὃς καθύπερθεν ἕζεται νῦν τοῦ λίθου,
πανευπρεπὴς, ἐσθῆτι λευκῇ χαρίεις;
στίλβει γὰρ ὥσπερ ἁπαλὴ χιὼν νέα.
Ἰδοὺ δὲ καὶ φύλακες ὡς νεκροὶ κάτω.
Ὕμμες δὲ μὴ θροεῖσθε, μηδ’ ἔστω φόβος·
ζητούμενος γὰρ οὐκέτ’ ἐστὶν ἐν τάφῳ,
Ἄναξ Ἰησοῦς τῆτες ἐσταυρωμένος·
ὅδ’ οὐκέτ’ ἐστὶν ἐν τάφῳ νεκρὸς μένων,
ἀλλ’ ἐξεγερθεὶς εἰς Γαλιλαίαν τρέχει·
ὡς εἶπε, μύσταις ὀπτάνεσθαι νῖν θέλει.
Κενὸν δ’ ἰοῦσαι τὸν τόπον κατίδετε.
Ἄπιτε γοῦν, ἄπιτε καὶ ταῦτα σφίσιν
εἴπατε τρανῶς· πάντα γὰρ ἔγωγ’ ἔφην·
καὶ πάντα πᾶσιν εἴπατε ξὺν τῷ Πέτρῳ,
ὡς φροῦδος ᾅδης, Χριστὸς ἀνέστη τάφου,
τάφου δὲ λίθος εὐσθενῶς ἀπηλάθη·
φρουροί θ’ ἅϊδος θύρετρ’ ἀνεῖσαν φόβῳ
λελυμένοι, νεκροὶ δὲ πρὸς φάους χθόνα
σκιρτῶσι, σῶκον ἐκκαλούμενοι Θεὸν·
τῷ γ’ αὐτόματα δεσμὰ πάντ’ ἀπερράγη.
Ὠ καλλιφεγγὲς ἡλίου σέλας τόδε·
πέφθακεν, ὡς ἤλπιστο, τέρμα φροντίδων.
Πέπτωκεν ἐχθρὸς, Χριστὸς ἀνέστη τάφου.
Ἠοῦς παρούσης τίς ποτ’ ἄρ’ ἡδυτέρα;
τί δ’ ἂν ἐμοὶ γένοιτο χαριέστερον;
Πῆ γοῦν τὸν ᾄδην καμβαλὼν βαίνεις, Τέχνον;
πη πη δ’ ἐγώ σε καὶ πότ’ ἂν ἴδω, Τέκνον;
Ἔλθ’ ἐλθὲ καὶ φάνηθι μητρὶ σῇ τάχει.
ὄψει γε θᾶττον, ὡς ἐγᾦμαι, πλειόνων.
Ἀλλ’ ἀπίωμεν, ὡς ὁ λευχείμων ἔφη,
μύσταις φίλοις ἅπασι χάρμα μηνῦσαι.
Πρῶτον δ’ ἄπειμι πρὸς Πέτρον καὶ παρθένον,
εὐάγγελον φέρουσα βάξιν τοῖς φίλοις·
ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.
Ἄπειμι γοῦν κένωσιν εἰπεῖν τοῦ τάφου
καὶ τὴν ὅρασιν τοῦ φανέντος καὶ λόγους·
οὗτοι δ’ ὅμως ἔδραμον ἰδεῖν τὸν τάφον,
οἶμαι δὲ πάντα σφᾶς θεωρῆσαι καλῶς.
Ἀλλ’ ὤ · τίν’ ἀθρῶ; Δεσπότην καινῇ θέᾳ;
Οὐκ οἶδ’ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα·
μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν τινά —
Χαίρετε.
Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, βασιλεῦ παντάναξ,
ἔσχατον ἐχθρὸν συγκατασκάψας, πότμον.
Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας,
ποδῶν δὲ σῶν ἄμμιν δὸς ἅψασθαι φόβῳ ·