Ancient Greek · ~7 min
Section 1, lines 1.2102-1.2149
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2102-2149
Not analysed yet
τοὺς γὰρ ἐπ’ οὐδας νῦν κυνοῦσαι πίτνομεν,
καταπλαγεῖσαι τῇ χαρᾷ καὶ τῷ φόβῳ.
Μὴ δὴ φοβεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.
Ἄπιτε δ’, ἀγγείλατ’ ἀδελφοῖς μου τάχει
ἐς Γαλιλαίαν ἀφικέσθαι, καί μέ πως
ἐκεῖσε κατίδωσιν, ὡς ἔφην σφίσιν.
Ὠ φαιδρότης ἄρρητός ἡλίου βολῆς,
ὡς ἀνέτειλε χαρίεσσα νῦν ἕως·
ὠ λαμπρότης ἄφατος αὐγῆς ἀκτίνων,
ὠ χάρμα παγκόσμιον, ὦ θυμηδία,
ὠ τέρψις εὐφρόσυνος, ὦ γῆθος μέγα,
πῶς ἄν τις εἴπῃ, πῶς ἀπαγγείλῃ λόγῳ
ἐμῆς ἀγαλλίαμα τανῦν καρδίας;
Ἀλλ’ ἀπίωμεν, ὡς ὁ Δεσπότης ἔφη.
Ἐγγὺς ἰδοὺ, δέσποινα, φίλαι σοι κόραι
ἄλλαι τε πᾶσαι Γαλιλαίας θρεμμάτων
πρὸς τὸν τάφον τρέχουσι μυρίσαι νέκυν,
τὴν ἐξέγερσιν ἀγνοοῦσαι τοῦδ’ ἔτι.
Οὐκοῦν σὺν αὐταῖς βῶμεν αὖθις ἐς τάφον·
οὐ γὰρ κόρος τίς ἐστι θαυμαστὰ βλέπειν.
Ἡ γὰρ ποθοῦσα καρδία πάντ’ εἰδέναι
ἐν τοῖς ἀγητοῖς λίχνος οὖσ’ ἁλίσκεται
ἀθρεῖν τε ταῦτα συχνάκις λιχνεύεται.
Ἀλλ’ ὤ · τίς ἐστιν εὐπρεπὴς νεανίας,
ὃς λευκοχίτων δεξιοῖς ἵζει τάφου;
Θάμβος μ’ ἔχει βλέπουσαν ἀστραπὴν θέας.
Μὴ δὴ θροεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.
Τὸν Ναζαρηνὸν, οἶδ’, Ἰησοῦν, ὦ κόραι,
ζητεῖθ’ · ὅδ’ ιὐκέτ’ ἐν τάφῳ μένων,
ἀλλ’ ἐξανέστη, καὶ κενὸς τόπος μένει.
Ἄπιτε γοῦν, εἴπατε μύσταις καὶ Πέτρῳ
ἐς Γαλιλαίαν σφίσιν ὀφθῆναι τάχει.
Ἐγὼ τρέμουσα καὶ φόβῳ κρατουμένη
πρὸς τὸν Πέτρον νῦν εἶμι καὶ λοιποὺς φίλους,
εὐάγγελον φέρουσα βάξιν καὶ πάλιν.
ὁ γὰρ φανεὶς ςἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.
Άμμες δὲ θάμβει καταπλαγεῖσαι, κόραι ,
ἔκστασιν ἐκστᾶσαί τε τῇ καινῇ θέᾳ
φεύγωμεν ὡς τάχιστα μνημείου τρόμῳ,
σιγῇ φέρουσαι πᾶν ὅραμ’ ἄκουσμά τε,
καὶ μηδὲν ἐκφέρωμεν ὡς πρὸς μηδένα.
Μνήμαν ἔχουσαι τῶν λογοπράτου δόλων
φοβούμεναι τε τῶν βρόχων τὴν ἀγχόνην
νεκροπρεπές θ’ ὡς μνῆμα τόν γ’ αὐτοῦ τρόπον.
τὸ μυστικὸν παίξαντος ἐχθρῶν ἐς μέσον,
φύγωμεν, ἐξέλθωμεν ἐννοιῶν κάτω
καὶ δυσμενεῖ μὲν μηδὲν ἐξεγνωσμένων
εἴποιμεν ἄμμες, πλὴν φίλοις μύσταις μόνοις·