Ancient Greek · ~7 min
Section 1, lines 1.2150-1.2198
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2150-2198
Not analysed yet
κακὸν γὰρ οὐδὲν οὐδενὶ, ξυνὸν δέ τι
πρὸς πανάληθες ἀγαθῶν ἀγγελμάτων·
καὶ ψεῦδος οὐδέν· ψεῦδος ἄμμιν δ’ οὐ φίλον,
νεκροφρόνων φρόνημα φυγούσαις καλῶς
καὶ παγκάλην ἔκστασιν ἐκστάσαις φόβῳ,
ᾧ πᾶς κακίας ἐκκλίνει θεοφρόνως.
Τοιοῦτον οὐδὲν οὐδενὶ φράζειν θέμις
ταῖς ἐξιούσαις, ὡς ἔφην, τῶν μνημάτων
μηδ’ ἐμφερούσαις μνημόσυνον εἰσέτι
νεκροπρεποῦς τρόπου γε τοῦ ζῶντος πέρι,
ἰσχημέναις φόβῳ τε καὶ πολλῷ τρόμῳ
ἐπιβλέποντος πρὸς τρέμοντ’ αὐτοῦ λόγους.
Οὕτως φύγοιμεν ἀπὸ μνημείου, κόραι,
ὡς μηδὲν εἰπεῖν μηδενὶ ξενοτρόπως.
κακοῦ γὰρ ὑπόστασις οὐκ ἔνεστί τις·
ὅθεν τὸ κακὸν οὐδὲν εἶναι μανθάνω,
καὶ τῷδε μηδὲν μυστικὸν θέμις λέγειν ·
πρὸς δυσμενῆ γὰρ μυστικὸν τίς ἐκρέρει;
Δοκεῖ δὲ καλῷ δυσμενὲς τοὐναντίον,
ὡς ἡμέρᾳ νὺξ καὶ σκότος πάλιν φάει,
ὡς ἀντίκειται ψεῦδος ἀληθεῖ λόγῳ.
Ἀλλ’ ἀπίωμεν θᾶττον ἐς μυστηπόλους,
εὐαγγέλιον χάρμα δηλοῦσαι φίλοις.
Ἀλλ’ ὤ · τίν’ ἀθρῶ νυκτὸς ἥκοντ’ ἐνθάδε;
Δέσποινα, μῆτερ Παιδὸς, οὐδέπων οὐδέπω
ἄλλην γυναῖκ’ ἔκλυον ἐκτεκεῖν ἐγώ.
Τίς εἶ σύ; συμφρονῶν; κατ’ εὐφρόνην τε γὰρ
ἀμβλῶπες αὐγαὶ, κοὔ σε γινώσκω τορῶς
Εὔνους ἀεί σοι καὶ σφαγέντι σου τέκνῳ,
τῶν θαυμασίων κἀγαθῆς φρενὸς χάριν.
Νέον τί δ’ ἀγγελεῖς; τί; τάχιστα φράσον.
Δέσποινα, χαῖρε· τοῦτό σοι πρῶτον λέγω·
πάγχαρτε, χαῖρε· τοῦδε γὰρ προοίμιον
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν βροτῶν·
ἀλλ’ οὐδὲν ἡσσον φέρω κεδνοὺς λόγους·
οἵαν γὰρ ἀγγελίαν ἥκω σοι φέρων·
Υἱὸν φανέντ’ ἄϊδος ἀγγελεῖς νέον;
Ἔγνως, λόγου δὲ δὶς τόσου μ’ ἐκούφισας·
ἤλυθε καὶ πάρεστιν, ὡς αἱρεῖ φάτις,
κἀν γῇ τὸν ᾄδην ἐκφυγὼν πορεύεται.
Τοιαῦτ’ ἐγὼ γὰρ ἀγγελεῖν ἐλήλυθα.
Ἄμμες μὲν ἴδμεν τοῦτο· σὺ δ’ οἶδας πόθεν;
ἄγ’ εἰπὲ, πῶς φής; πῶς λέγεις; οἶδας δὲ πῶς;
τί τ’ ἄρ’ ἐναργὲς τῶνδ’ ἐρεῖς τεκμήριον;
Στρατὸς φυλάκων πᾶσαν ἀν’ ὄρφνην μένων
καὶ τάφον ἀθρῶν ἀσφαλεῖ προθυμίᾳ
νῦν ἐννύχιος ἐν θορύβῳ συρρέων
πρὸς ἱερεῖς ἔδραμεν ἐν πολλῷ τρόμῳ,
νέαν δ’ ἔδοξε βάξιν ἐμφαίνειν φόβῳ ·