Ancient Greek · ~7 min
Section 1, lines 1.2199-1.2244
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2199-2244
Not analysed yet
νυκτηγοροῦντές τ’ ἦσαν ὡς πεφρικότες.
Οὐκ εἰς κενὸν δ’ ἄρ’ ἡ φάλαγξ ὑπέτρεμε·
ἐγὼ δ’ ἔμαθον αἰτίαν παρ’ ἐλπίδα,
νύκτωρ κατ’ ἄστυ τειχέων εἴσω μολών ·
καὶ τήνδε μαθὼν ἧκον ἡσύχῳ βάσει,
στρατοῦ κατόπιν ἀκροώμενος λόγων.
Ὅδ’ εἶπεν οὕτως, ἐμφόβῳ τολμηρίᾳ
λαβραγορῶν ἅπαντα θάμβη τοῦ τάφου·
εἴρηκεν οὖν, εἴρηκε πρὸς πρεσβυτέρους
ἀρχιερεῖς τε, δραματουργοὺς τοῦ φόνου,
συνηγμένους τε καὶ σκοποῦντας τοῦ πέρι·
„Ὠ τὸν φρικώδη πότμον ἐξειργασμένε
γραμματέων ὅμιλε καὶ πρεσβυτέρων,
ἥκω φράσαι σοι καὶ πόλει πολλὰ ξένα,
ὡς καινὰ πάντα θαυμάτων δ’ ἐπάξια,
ἅπερ νέκυς δέδειχεν, οὗ νύκτωρ φύλαξ
ἐγὼ τέταγμαι, καὶ νῦν εἰσέτι τρέμω·
ὥστ’ παρῆσθα, τοῦτον, ὃν τάχ’ ὡς νέκυν
ἡμᾶς φυλάττειν ἐξέπεμψας τῷ τάφῳ,
εὐχαῖσιν ἂν μετῆλθες, εἰσορῶν ξένα.
Θέλω δ’ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
φράσω τἀκεῖθεν, ἢ λόγον στειλώμεθα.
ταρβῶ γὰρ εἰπεῖν τοὺς λόγους ἐναντίον
πρὸς τὸν τύραννον, τὸ φρενῶν πτήσσων τάχος
τό τ’ ὀξύθυμον καὶ τὸ λίαν ἠρμένον. “
Ταῦθ’ ἡ φάλαγξ ἔφησε πρὸς πρεσβυτέρους,
οἱ δὲ στραφέντες καθ’ ἑαυτοὺς τοιάδε
ἔλεξαν ἄμφω καὶ προσεῖπον ἀθλίως·
„Ἤδη τόδ’ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμ’ Ἰησοῦ, νῦν φόβος θ’ ἡμῖν μέγας.
Ἀλλ’ οὐ μέλειν δεῖ, δεξιοῦσθαι δὲ στρατόν. “
Αὖ δὲ στραφέντες πρὸς φάλαγγ’ εἶπον τάδε·
„Ἄκουε, φάλαγξ, ὡς ἔχω γνώμης ἐγώ ·
ὅσ’ οὐ κατὰ γνώμην ἐρεῖν ἡμῶν ἔχεις,
κρύφθ’, ὡς ἀθῷος δι’ ἐμοῦ πάντων ἔσῃ,
ἐροῦσ’ ὀπαδοὺς τὸν νέκυν κλέψαι λάθρα·
δώσω δέ τοι καὶ δῶρ’, ἃ καλλιστεύεται·
οὐ γὰρ χρεὼν ἄνακτι ταῦτά σε φράσαι,
ἃ πρὸς κλέος ῥέπουσι τοῦ τεθαμμένου,
ἄμμιν δὲ κατήφειαν εἰσφέρουσί που
ὄχλου τε θυμὸν ὑπανάπτουσι σφόδρα
πάντων τ’ ἀγανάκτησιν εἰς ἡμᾶς ἄγει. “
Ἥδ’ ἀντέφησεν ἡ φάλαγξ τῶν φυλάκων·
„Ἐγὼ μὲν οὐκ ἐρῶ τι τῶν ἐγνωσμένων,
ἐπεὶ δοκεῖ σοι καί με ῥύεσθαι λέγεις,
πρὸς τὸν τύραννον· σοὶ δ’ ὅμως εἰρήσεται.