Ancient Greek · ~7 min
Section 1, lines 1.2245-1.2287
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2245-2287
Not analysed yet
Ἀνὴρ ὅδ’ ἥσσων οὐδενὸς θεοῦ δοκεῖ,
ἐξ ὡν τε πρὶν πέπραχε καὶ νῦν θαυμάτων,
ὃς ἐξαναστὰς κειμένου λίθου τάφῳ
καὶ τῶν σφραγίδων ἐμμενουσῶν εἰσέτι
ἡμῶν τ’ ἀΰπνων ἐγκαθημένων κύκλῳ
τὰ πάντα κατηύγασεν, ἡμᾶς δὲ τρόμῳ
ὡσεὶ νεκροὺς τέθεικεν ἐξεστηκότας·
γῆς γεῖσσ’ ἐσαλεύθη γὰρ ἀσχέτῳ κλόνῳ.
αἴφνης δ’ ὁ λίθος ἐκκεκύλισται τάφου·
καὶ τοῦτο δ’, ὡς ἔοικεν, εἰσορᾶν ἔχῃ
συνιέναι τε πᾶς θεωρῶν τὸν τάφον·
ἐκ δ’ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι,
Θεὸς πατὴρ ἤχησεν ἐν βοῇ ξένῃ·
ταύτῃ θ’ ἅμ’ ἐβρόντησε, καὶ πρὸς τὸν πόλον
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός·
σίγησε δ’ αἰθὴρ, σίγα δ’ ὕλιμος νάπη
γύλλ’ εἴχε, καί ποθ’ οὐκ ἂν ἤκουσας ψόφον.
Τὸν ἄνδρα γοῦν τόνδ’, ὅστις ἐστὶν, ὦ φίλοι,
δέχεσθε κἂν νῦν· πάντα γὰρ δοκεῖ μέγας.
κἀκεῖνο φασὶν αὐτὸν, ὡς ἐγὼ κλύω,
τὴν παυσίκακον δωτίνην δοῦναι βροτοῖς, βροτοῖς,
καὶ τοῦδ’ ἄνευ μηδὲν καλόν τ’ εἶναι ποτὲ
μήτ’ αὖ γενέσθαι· κἂν ἀληθεύῃ λόγος,
θύοιμ’ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
πρὸς κέντρα λακτίζοιμι, θνητὸς ὢν θεῷ. “
Σὺ πόλλ’ ὑπνώσας καὶ λαλεῖς ὀνείρατα.
Ἔκλεψαν, ὡς ὑπνώσας, μύσται τὸν νέκυν,
καὶ τοῦτο πρὸς τύραννον εἰπὲ καὶ μόνον,
ὃ δ’ οὐ καταθύμιον ἡμῖν, σὺ σίγα·
σιγῶν δὲ τοῦτο δεξιώσεις νῦν λάβῃς·
ἢ γοῦν ἑκόντες ἐπράσατε τὸν νέκυν,
κέν μὴ σιγήσῃς, τοῦτο τύραννος μάθῃ.
Πείθῃ μὲν οὐδὲν τῶν ἐμῶν κλύειν λόγων·
ἐγὼ δὲ, καίπερ πρὸς σέθεν κακῶς κλύων,
οὐ φημὶ χρῆναι κατεπαίρεσθαί σ’ ἔτι,
ἀλλ’ ἡσυχάζειν· οὐ γὰρ ἂν ἀνέξεται.
Ὡς δ’ οὐδὲν ἐπράσαμεν, ἡ σφραγὶς τάφου
ἔδειξε σαφῶς, καὶ πρόφασιν οὐκ ἔχεις·
τηρουμένης γὰρ κειμένου τε τοῦ λίθου,
ὢ θαῦμα φρικτὸν, ἐξανέστη τοῦ τάφου.
Εα τὰ πολλὰ καὶ δέχου τὰς δωτίνας.
Ἐπείπερ οὐ πείθῃ σὺ τοῖς ἐμοῖς λόγοις,
ἔγωγε τοῖς σοῖς, ὡς λέγεις, πεισθήσομαι.