Ancient Greek · ~7 min
Section 1, lines 1.2288-1.2333
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2288-2333
Not analysed yet
Σὺ δὲ σκόπει τὸ πῶς με τυράννου ῥύσῃ.
Μή σοι μέλησις τοῦδέ τις ἔστω πέρι·
πείσω γὰρ αὐτὸν νῦν φρονεῖν ἀδελφά σοι,
ὡς ἐγγενῆ σοι καὶ χθονὸς τῶν Αὐσόνων.
Ἀλλ’ ἀπίωμεν τάχιον· μή σοι δέος.
Ἐρεῖς δέ · Μύσται τοῦδε νυκτέρῳ ποδὶ ,
λαθόντες ὄμμα τοὐμὸν, ἦραν τὸν νέκυν.
Ἰώ μοι· ἰὼ, αἴ αἴ·
Τίς ἐστιν, ὃς θρηνῶν γοῶν τ’ ἔξω στένει;
Φάλαγξ φυλάκων τοῦ κατακρίτου νεκροῦ,
ἄναξ, πάρεστι καὶ φόβῳ πολλῷ στένει.
Εἰς καιρὸν ἥκει, καίπερ ἐμφαίνουσα τι·
τί γὰρ, τί θρηνοῦσ’ ἀλαλάζει καὶ στένει;
τίνος θ’ ἕκητι τὸν φόβον φέρει; λέγε.
Αὐτοὶ παρόντες τοὺς λόγους ποιησάτων.
Μύσται γὰρ, ἄναξ, τοῦδε νυκτέρῳ ποδὶ,
λαθόντες ὄμμα τοὐμὸν, ἦραν τὸν νέκυν.
Πῶς, ὦ μέγιστα πήματ’ ἐξειργασμένοι,
μύσται μολόντες εἰς τάφον γ’ εἰσίεσαν,
ὑμᾶς λαθόντες, καὶ νέκυν ἀφήρπασαν;
κοὔτ’ εἰσιόντας πρὸς τάφον συνήκατε,
οὔτ’ ἐξιόντας ; Τῶνδε τίς δώσει δίκην
πλὴν σοῦ; σὲ γὰρ φύλακά φημ’ εἶναι τάφου·
ὀφλεῖν τ’ ἔθηκας τοῖς βροτοῖς γέλωτά με,
πρὸς αἰσχύνῃ δὲ καὶ δίκην τίσω φόνου.
κλέπται σ’ ἔλαθον, ἐγγελῶντες πολλά μοι;
τίς γὰρ πρόφασις τοῦ νεκρὸν κλέψαι δέμας;
πῶς δ’ ἂν ἐτόλμων φυλάκων τόσων μέσον,
οὕς φασι καὶ φῶς λαμπάδων πυρὸς φέρειν,
(καὶ τῶνδ’ ἄνευ δὲ πανσέληνος νὺξ τρέχει,.
ἐλθεῖν τρέμοντας καὶ κυλῖσαι τὸν λίθον,
ὃν ἀπονητὶ στρατὸς οὐκ ἐθηχ’ ὅσος
τέθεικέ τε σφραγῖδας ἐκτὸς τοῦ λίθου
ἰλαδὸν ὑμῖν καὶ χορὸς πρεσβυτέρων
Οὐκ οἶδα μύστας, οὕς νέκυν κλέψαι λέγεις·
σὺ τοῦτ’ ἔδρασας· οὐδὲν ἂν δεξαίμεθα·
γνώμην δ’ ἀφαιρῇ τὴν ἐμὴν, κλέπτων λόγους.
Ἀλλ’ οὖν μακροῦ σοι καὶ σφοδροῦ δέει λόγου,
ὅτῳ με πείσεις μὴ λέγειν ψευδηγόρως.
Οὐ γὰρ μένουσι τῆς ἀληθείας λόγοι,
ἀλλὰ τρέπουσι τοὺς λόγους βουλεύματα,
οὐδ’ ἐμμένουσιν οἱ λόγοι βουλεύμασιν.
Ὀρθῶς, ἄναξ, εἴρηκας, ὡς τὸ δρᾶμ’ ἔχει·
ἐγὼ γὰρ ὄμμ’ ἄγρυπνον εἶχον εὐφρόνῃ
κοὔτ’ ἔβρισ’ οὔτ’ ἐκοίμισ’, οὐ νὴ σὴν ιάραν,
εἶδόν τε πάντα καὶ δραμὼν ἦλθον λέγων.