Ancient Greek · ~7 min
Section 1, lines 1.2334-1.2377
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2334-2377
Not analysed yet
Κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν
καὶ σοὶ τὸ πᾶν εἰπεῖν τε καὶ φυγεῖν δίκην·
ἀλλ’ οἱ σοφοί γε καὶ τὸ θεῖον εἰδότες
μεῖναί μ’ ἔπεισαν ἡμέρας λαμπρὸν φάος·
οὐ γὰρ φαεννοὶ με ξυνέσχον ἡλίου
λαμπτῆρες, ἀλλ’ ἔδραμον ἐς σφᾶς αὐτίκα
καὶ σφίσιν εἷπον πᾶν ὅραμ’ ἄκουσμά τε·
οἵδ’ οὐ μένουσι τοῖς ἐμοῖς ὀρθῶς λόγοις.
Δέδοικα, φάλαγξ, μὴ μάτην ψευδηγορῇς·
μύσται γὰρ ἢν ἔκλεψαν, οὐκ ἴσμεν τορῶς·
καὶ γὰρ ὕποπτόν ἐστι κάρτ’ ἐμῇ φρενί·
τί γὰρ ἐναργὲς τοῦδ’ ἐρεῖς τεκμήριον;
Ἄναξ, ταχύνεις, πρὶν μαθεῖν τὸ δρώμενον.
Ὁ κλὼψ ἐν ὄρφνῃ παντὶ πάμμεγα σθένει.
Ἀλλ’ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ,
ὡς ἄν τις αὐτῶν καὶ ταχύπους τυγχάνων
φάλαγγ’ ὑπερβὰς νυκτὸς ἐν καταστάσει,
ὡς ἐν βρόχοισι δέσμιος λελημμένος,
πληγαῖς χαραχθεὶς, ἐκμάθῃ τὸ πρακτέον.
Ἀἰσχρὸν γὰρ ἡμῖν καὶ πρὸς αἰσχύνῃ κακὸν,
Θεοῦ διδόντος, ἀνιῶντας ἀπόνως
λαθεῖν ἐᾶσαι δρᾶμα δράσαντας τόσον.
Οὐκ οἶδα τοὺς σοὺς οὓς νεκροῦ φῶρας λέγεις,
οὐκ οἶδ᾿· ὕποπτόν ἐστιν, ὕποπτόν γ’
Πῶς γὰρ ἂν οἱ φεύγοντες ἔκλεψαν νέκυν,
ὃν ζῶντα κατέλιπον ἐν πολλῷ φόβῳ;
Οὔτ’ οὐν φάλαγξ ὕπνωσεν ὕπνον ἐς τόσον
καὶ τῆς φυλακῆς τοῦ τάφου κατεφρόνει,
οὔθ’ οἵδε γ’ ἐξήμαρτον ἀτόλμῳ θράσει,
οὓς κατασεῖσαι καὶ θεραπαίνης ὄπα
ἔκλυον, ὥς μιν ἀπανήνασθαι φόβῳ.
Ο πάνθ’ ἑδραῖος, νῦν κλονῇ τῇ καρδία
καὶ ταῦτα κλύων πάνθ’ ὑποπτεύεις μάτην.
Εἴθ’ ἦσθ’ ἀνὴρ πρόβουλος, ὡς δράσαι χερί·
ἀλλ’ οὐ γὰρ αὐτὸς πάντα δύνασθαι βροτῶν
πέφυκεν, ἄλλῳ δ’ ἄλλο δίδοται γέρας,
σοὶ μὲν μάχεσθαι, τοῖσδε δ’ αὖ κρύπτ’ εἰδέναι·
ὃς νῦν πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
κλέψαι τ’ ἀπιστεῖς τοὺς ὀπαδοὺς τὸν πλάνον.
Ἁπλοῦς ἐπ’ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
Στράτον σὺ κλέψας κἀμὲ πειρᾷ συστρέφειν.
Σὺ πάντ’ ἔδρασας· καὶ τὰ λοιπὰ σὺ σκόπει.
Σὺ γοῦν νόμιζε ταῦτ’, ἐπείπερ σοι δοκεῖ,
πράττειν ἔχοντι καὶ λέγειν μέγα σθένος.