Ancient Greek · ~7 min
Section 1, lines 1.2378-1.2425
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2378-2425
Not analysed yet
Τοιαῦτα μαθὼν ἀνόμων τολμήματα,
τὴν νεχρέγερσιν κατορυσσόντων δόλῳ,
ἔδραμον, ὦ δέσποινα, νῦν σοι μηνῦσαι.
Μὴ γοῦν ἀπίστει· πάντ’ ἀληθῶς γὰρ κλύεις,
καὶ πᾶσαν οἶμαι τὴν πόλιν φάμαν φέρειν.
κουστωδίας γάρ τινες ἐκφέρουσι που
καὶ θαῦμα κηρύττουσιν ἐν μυστηρίοις·
ἥξουσί σοι πολλοὶ δὲ, καὶ τὸ πᾶν μάθῃς·
θᾶττον γὰρ αὐτὸς ἄγγελος μηνυμάτων
ἔδραμον ἐλθεῖν γηθοσύνῃ καρδίας
καί σοι κομίσαι χάρμα καὶ θυμηδίαν.
Εἰς καιρὸν ἥκεις, καὶ χάρις σοι κείσεται·
εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλων ἄτην
αὐτῶν γε μᾶλλον ἀνόμων πρεσβυτέρων,
ψευδῆ τε καὶ μάταιά τ’ ἐννοουμένων.
Πῶς γὰρ ἂν εἶρξε τάφος ἢ σφραγὶς λίθου
ἢ φυλάκων φάλαγξ τις ἀλήπτου Λόγου
εἰς συγγένειαν Πατρός ἀμειφθὲν δέμας;
ὃ καὶ πρὶν ὦπτο βαῖνον ὑγρὰν ὡς πέδον,
τὸν αὐτόριζον, αὐτοπλάστην Δεσπότην
φέρον φέροντα τὸν φέροντα πᾶν κράτει,
ὃς κλεῖθρα παρθένια μηδαμῶς λύσας
ἐξῆλθεν, ἀνέτειλεν ἐνθέω σθένει ·
οὐ γὰρ κορείης ἅμμα διέλυσε πως.
Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην.
Η φυλάκων φάλαγξ δὲ πῶς ἂν ᾔσθετο
τὴν ἐξέγερσιν τοῦ λαθόντος ἀγγέλους;
πῶς ἐκ βροτείων αἱμάτων πλάττει δέμας;
πῶς σὰρξ πέφηνεν ὢν ἄσαρκος πρὶν Λόγος;
πῶς καὶ μένων ὅλος δὲ Πατρὶ πρὸς πόλον,
ὅλος τε παντὶ πρός τ’ ἐμὴν ἦν γαστέρα;
Ταῦτ’ ἐφρύαξαν ἱερεῖς μάτην φθόνῳ.
Ἡμεῖς δὲ, φίλαι, νῦν δράμωμεν πρὸς τάφον,
στείχωμεν ὡς τάχιστα πρὸς τύμβον πάλιν·
πάντ’ ἐξακριβώσωμεν ἀσφαλῶς ἔτι
καὶ πάντα δηλώσωμεν, ὡς ἔχει, φίλοις·
αὐτοί τε συνδραμόντες ὄψονται μάλα.
Καὶ μὴν ὁ Πέτρος σὺν Ἰωάννῃ φίλῳ,
θᾶττον δραμόντες πρὸς τάφον ζωηφόρον
καὶ πάντ’ ἀκριβώσαντες, εἶπον τοῖς φίλοις,
ὡς Μαγδάλ’ εἶπε Μαρία πιστουμένη,
πρώτη δραμοῦσα, πάντ’ ἀπριβωσαμένη
καὶ τὴν κένωσιν μηνύσασα τοῦ τάφου.
Ναὶ ναὶ πρὸ πασῶν ἥδ’ ἔδραμεν ἐς τάφον,
ἐγώ τε ταύτῃ ξυνέδραμον αὐτίκα,
καὶ τὴν κένωσιν εἴδομεν πρὶν τοῦ τάφου,
ἄρσιν τ’ ἔδοξε τήνδε νεκροῦ φιλτάτου
καὶ πρὸς τόπον σώματος ἄλλον που θέσιν.