Ancient Greek · ~7 min
Section 1, lines 1.2426-1.2470
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2426-2470
Not analysed yet
Ἀλλ’ εὐθέως ἔγνωμεν, ὡς τὸ πρᾶγμ’ ἔχει,
καὶ τοῦτο μύσταις Μαρία δραμοῦσ’ ἔφη·
Πέτρος δ’ ἀναστὰς ἔδραμε πρὸς τὸν τάφον,
ξυνέδραμ’ αὐτίκα τε μύστης παρθένος
εἶδόν θ’, ἅτιν’ εἴρηκε Μαρία σφισιν.
Αὖ δ’ ἄμμες ἐλθεῖν κατόπιν γ’ ἐδράμομεν.
Ἐγγὺς δ’ ὅμως πάρεστιν ἥδ̓ ἡ Μαγδάλα,
φήσειέ τ’ αὐτὴ πᾶν ὅραμα δρᾶμα τε.
Τί φὴς, κόρη δέσποινα, χάρμα τοῦ γένους;
Ἅττα προϊδεῖν καὶ προειπεῖν τοῖς φίλοις
εἴρηκας αὐτὴ, ταῦτ’ ἀπαγγέλλω κόραις.
Οὕτως ἔχει, δέσποινα, καθάπερ λέγεις.
Οἶδας γὰρ, οἶδας τῷ τάφῳ με πρωΐσαι,
ὅσα τ’ ἔφην, ἔκλυες. Οὐ χρή μ’ αὖ λέγειν,
ἅπερ δραμοῦσα πρὸς πανόλβιον τάφον
σὺν σοὶ τὸ πρῶτον, εἶτα σὺν μύσταις δυοῖν,
κἀκεῖ δακρυχέουσα, παρισταμένη
ἀνιστόρησα κἀκριβωσάμην τρανῶς·
λευχειμονοῦντας τ’ εἶδον ἀγγέλους δύο,
ἄνω κάτω τε τοῦ τάφου καθημένους,
τὸν μὲν κεφαλῇ, τόνδε δ’ αὖ πρὸς τοὺς πόδας·
καὶ τούσδ’ ἀπαστράπτοντας ἰδοῦσ’ ἐνθέως
ἔστην καταπλαγεῖσα χαρᾷ καὶ φόβῳ·
εἶτ’ αὖ δι’ γῆρυν, οὐχ ἣν εἰκάσαι,
ἐδεξάμην γε καὶ μετεστράφην τρόμῳ·
αὐτίκα δ’ ἀθρῶ Χριστὸν ἐν καινῇ θέᾳ·
μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν ἔφην,
πίτνω τε πρὸς γῆν καὶ ποδῶν ἐφηπτόμην·
ὅδ’ ἀπέπεμπε καὶ φίλοις ἔπεμπέ με·
καὶ τοῦδ’ ἀκούσασ’, ὧν ἐφιέμην μαθεῖν,
ὡς πρὸς πόλον γ’ ἄνεισι καὶ τὸν Πατέρα·
οὔπω δ’ ἀναβέβηκεν, ὡς ἔφη, τέως,
ἐν γῇ μένων δὲ πρὸς Γαλιλαίαν φίλους,
ὡς σφίσιν εἶπε, προφθάνειν καὶ προσμένειν·
μύσταις ἅπαντα ταῦτα τοῖς φίλοις ἔφην.
Οἵδ’ οὐδὲν ἡγήσαντο τοὺς ἐμοὺς λόγους,
ἀλλ’ ἦλθον αὐτοὶ πρὸς τάφον ταχυδρόμοι
εἶδόν θ’, ἅπερ γ’ ἔκλυες· οὐ χρή τ’ αὐ λέγειν,
ἅτε ξυνούσης καὶ σέθεν πρὸ βραχέος
ἔκλυον ἱστόρησα τ’, οἶδας παγκάλως.
Τὰ πρὶν γὰρ ἀκούσασα σὺν φίλαις κόραις
θάμβει καταπλαγεῖσ’ ἐμοὶ ξυνιέναι
ξὺν δυσὶν ἄλλαις Μαρτίαις φιλουμέυαις
ἔδραμες ἰδεῖν, ἅπερ ἔκλυες πάρος.
εἶδές τε πάντα καὶ σὸν Υἱὸν, ὡς ἔδει.