Ancient Greek · ~7 min
Section 1, lines 1.286-1.332
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.286-332
Not analysed yet
ἦλθες πρὸς αὐτὸν, ἦλθες ἔχθιστος γεγὼς
καὶ Πατρὶ καὐτῷ παντί τ’ ἀνθρώπων γένει.
Πῶς πῶς προσεῖπας, πῶς κατησπάσω προδούς;
Γλώσσῃ προσηύδας, καρδίᾳ μίασμ’ ἔχων.
Καὶ ταῦτα δράσας ἥλιόν τε προσβλέπειν
καὶ γαῖαν, ὦ κάκιστε, τολμᾷς εἰσέτι;
Ταῦτ’ οὔτι θάρσους ἐστὶν οὐδ’ εὐτολμίας
εὐεργέτην προδόντα τολμᾶν προσβλέπειν,
ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
πασῶν, ἀναίδει’. Εὖ δ’ ἐπεμνήσθην σέθεν,
καίτοι πρὸς οὐδὲν κέρδος, αἰσχύνην δέ σου,
καὶ μὴ παρόντος, κἂν θάνῃς, κἂν φῶς βλέπῃς·
ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
ψυχὴν τἀληθῆ, σύ τε κοὐ κλύων μάθῃς·
μάθῃς γὰρ εὑρὼν τὴν κατ’ ἀξίαν τίσιν.
Ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
Ἄκου’, Ἰούδα, τὰ πρὸς αὐτοῦ καλά σοι·
Εἵλκυσεν ἐκ σκότους σε τῆς ἀγνωσίας,
ἔσωσέ σ’, ὑπέδειξε φῶς σωτηρίας,
δέδωκέ σοι χάρισμα πολλῶν θαυμάτων,
μύσταις ἔφησε καὶ σὲ συνεδριάσαι
κρῖναί τε φυλὰς Ἰσραὴλ παντὸς γένους.
Ἔθηκεν ἀργύρια πάντα χερσί σου,
ἔκοψε σου πρόφασιν ἀναργυρίας.
Ἔκλεπτες ἀεὶ, μὴ δόκει λεληθέναι,
ὅδ’, ἅτε πανάγαθος, οὐκ ἤλεγχε σε
λόγοισιν, οὐδὲ πρὸς σέθεν κακούμενος,
εἰδώς σε σαφῶς καὶ πρὸ τῆς τολμηρίας,
ἔνιψε καὶ σοὺς δυσμενεστάτους πόδας
ἄρτου τρύφος τ’ ἔδωκε μυστικωτάτου.
Καὶ ταῦθ’ ὑπ’ αὐτοῦ, παγκάκιστ’ ἀνδρῶν, παθὼν
προύδωκας αὐτὸν, δῶρα δ’ ἐκτήσω φόνου
πολλῶν προσόντων. Εἰ γὰρ ἦσθ’ ἀνάργυρος,
λαβὴν ἂν εἶχες τῶνδ’ ἐρασθῆναι τάχα,
νῦν δ’ οὐκ ἔχεις πρόφασιν, οὐκ ἔχεις λόγον
χείλη διᾶραι καὶ κατειπεῖν αἰτίαν.
Οὐ γὰρ τοσοῦτον σὺ δυνήσῃ πώποτε,
οὐδ’ εἰ γένος πᾶν δαιμόνων σοι συνδράμῃ
καὶ γῆν ἅπασαν ῥημάτων πλήσει κακῶν,
ἐπεί μιν ἐσθλὸν ἐπίσταται κτίσις,
καὶ πάντες ἐγνώρισαν ἐκ τῶν πραγμάτων.
Ἀλλ’ ἦγξεν ἀγχόνη σε φιλαργυρίας,
ἣ ῥίζα πάντων τῶν κακῶν πέφυκέ πως,
φρούδη δὲ πίστις, ἣ πρὶν ἀπόλωλε σοι.
τοιόσδε φανεὶς φῶς ὁρᾶν τολμᾷς, τάλα;
ἢ τὸν πρὶν οὐκ ἄρχειν Θεὸν δοκεῖς ἔτι
ἢ ζυγὰ δίκης ἐν κενοῖς κεῖσθαι τανῦν;