Ancient Greek · ~7 min
Section 1, lines 1.2471-1.2521
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2471-2521
Not analysed yet
Εγὼ δὲ κλύω καὶ φίλων ἄλλους δύο
νῦν, ἀπιόντας ὡς πρὸς ἀγρὸν, τόνδ’ ἰδεῖν
καὶ πάντα μαθεῖν, ὧν μαθεῖν εἶχον πόθου.
οἱ καὶ τρέχουσι τοῖς φίλοις εἰρηκέναι·
κἀκεῖσ’ ἐπελθεῖν θᾶττον ἡμᾶς νῦν δέον·
ἴσως ἴδωμεν αὖτε καὶ τὸν Δεσπότην.
Ιδοὺ γὰρ ἤδη καὶ κνέφας τῆς ἑσπέρας·
δράμωμεν οὖν, δράμωμεν, ᾗχι τοὺς φίλους
τὸ νυκτερινὸν συνάγειν οἶμαι κνέφας.
Ἰδοὺ κατειλήφαμεν οἶκον Μαρίας,
ὅποι παρεῖναι καὶ φίλους μύστας κλύω,
ἐντὸς πυλῶν μένοντας ἐγκεκλεισμένους,
πάντως τρέμοντας τοὺς μιαιφόνους ἔτι·
καὶ κλεῖθρα πυλῶν ἠσφαλισμένα μένει.
Πῶς δ’ εἰσίωμεν τῶν θυρῶν κεκλεισμένων;
Ἤδη δ’ ἔκλυεν ὑπανοίγει τ’ ἠρέμα
Μαρία φίλη, συγκαλεῖ τ’ εἰσιέναι.
Ἀλλ’ εἰσίωμεν ἡσύχῳ ποδὸς βάσει,
ὡς μὴ θορυβήσωμεν ἐμφόβους φίλους.
Ἰδοὺ συνηθροίσθημεν ἕνδεκα φίλοις
ἄλλοις τε πᾶσι τοῖς συνιοῦσι σφίσιν·
αὖθις δὲ πύλας ἀσφαλίζει Μαρία.
Οὐκοῦν σίγα κλύωμεν αὐτοῦ Κλεόπα·
πάρεστι καὶ γὰρ, ὡς ὁρῶ, καὶ πόλλ’ ᾄδει
τὸν Δεσπότην φῆναί τε καὶ δράσαι σφίσιν,
ὅπως τέ μιν συνῆκαν ἄρτου τῇ κλάσει.
Ἄ ἄ· σίγα σίγα·
Ἕστηκεν ἰδοὺ Δεσπότης θυρῶν ἔσω·
ὄντως μεγίστου θαύματος τόδ’ ἄξιον.
Πῶς πῶς πάρεστι τῶν θυρῶν κεκλεισμένων;
τάχ’ ὡς ἀνέστη καὶ τάφου κεκλεισμένου
καὶ πρὶν προῆλθεν ἐκ πυλῶν τῆς παρθένου,
ἄλυτα τηρῶν κλεῖθρα μητρὸς πανάγνου.
Εἰρήνη ὑμῖν.
Τί δὴ θροεῖσθε; χεῖρας ἰδοὺ καὶ πόδας
αὐτήν τε πλευρὰν τὴν ἐμὴν νενυγμένην
τρανῶς ἰδόντες γνῶτε μ’, ὡς ἐγὼ πάλιν
εἴμ’ αὐτός· οὐ γὰρ πνεῦμα σάρκα πως ἔχει,
οὐδ’ ὀστέα ξύνεστι τῷ πνεύματί που,
καθάπερ αὐτὸν νῦν ὁρᾶτ’ ἔχοντά με,
καὶ ψηλαφήσαντές μ’ ἴδηθ’, ὡς πάντ’ ἔχω.
Καθὼς δ’ ὁ Πατὴρ ἐνθάδ’ ἀπέσταλκε με.
οὕτως ὑμᾶς πρὸς κόσμον ἐκπέμπω κἀγὼ
καὶ Πνεῦμ᾿ ἅγιον ἐμπνέω φίλοις ὑμῖν,
ὅπερ λαβόντες παντὶ κηρύξατε με
σὺν Πατρὶ καὶ Πνεύματι τῷ παναγίῳ.
Ἄπιτε γοῦν, ἄπιτε, κήρυκες φίλοι,
ᾄσατ’ ἐπινίκι’ ἀνὰ πᾶσαν χθόνα
καὶ βασιλείους ἀμφιδραμόντες δόμους
ἐρεῖτε, Δαυΐδου πόλις πᾶσ’ ὡς ἴδη
σωτήριον τάχιστ’ ἐκ τάφου.