Ancient Greek · ~7 min
Section 1, lines 1.333-1.380
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.333-380
Not analysed yet
Ὦ κακὸν ἔρνος, οὔποτ᾿ ῥίζης βροτῶν,
πικρῶν δὲ ῥιζῶν φημί σ’ ἐκπεφυκέναι,
ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ φθόνου,
φθόνου πότμου θ’, ὅσα τε γῆ τρέφει κακά·
οὐ γὰρ ἐρῶ ποτ’ ἐκ Θεοῦ φῦναί σ’ ἐγὼ,
εἰδυῖα καίπερ, ὡς τὸ πᾶν προαίρεσις·
Θεὸς γὰρ οὐκ ἄκοντα σαώζει βίᾳ.
Ω δύστροπ’, ὦ κάκιστε καὶ μιαιφόνε,
οἷον πέπραχας πεπρακὼς εὐεργέτην.
Αὐτός σ’, ἵν ἐλπὶς Παιδὸς εἶναι Πατέρα,
πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
Ἔρρ’, αἰσχροποιέ, φιλίας διαφθορεῦ·
ἀπέπτυσ’, οὐδ’ ἀπόντι σοι δεῖ συλλαλεῖν·
τὸν γὰρ δόλιον καὶ Θεὸς βδελύσσεται.
Ὠ Παῖ, τί δὴ χρυσοῦ μὲν, ὃς κίβδηλος ᾖ,
τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,
ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματος,
ἀλλ’ αὐτὸς εἰδὼς ἀγνοεῖν πάντας θέλεις;
Ὄλοιτ᾿ ὄλοιτο πανδίκως κακεργάτης·
ἔρρ’ ἔρρε, παγκάκιστε καὶ μιαιφόνε,
ὄλοι’· ἐγὼ δὲ ζῶντα Παῖδ’ ἐπόψομαι,
κἂν νῦν στένουσα πολλὰ καὶ πεπληγμένη
κέντροις ἀνίας ἡ παντλάμων δακρύω·
γυνὴ γάρ εἰμι κἀπὶ δακρύοις ἔφυν.
Αἲ αἲ αἴ·
σίγα, σίγα, Παῖδ’ οὐκέτ᾿ ὄψει ζῶντα σόν.
οἴμοι, τί θρηνεῖς; τίς δὲ δράματος λαβὴ;
Οὐκ οἶδ’· ἔοικε δ’ οὐ μακρὰν ὅδ’ ἄγγελος
λέξειν τἀκεῖθεν σοῦ φίλου Παιδὸς πέρι.
Ἔδοξε θανεῖν Παῖδα σὸν τῇδ’ ἡμέρᾳ
γραμματέων ψήφῳ τε καὶ πρεσβυτέρων.
οἴμοι, προσῆλθεν ἐλπὶς, ἣν φοβουμένη
πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις
Ἀτὰρ τίς ἀγὼν, τίνες Ἑβραίων λόγοι
καθεῖλον αὐτὸν κἀπεκύρωσαν θανεῖν;
Γυναῖκες, αἱ τῆσδ’ ἐγγὺς ἐστὲ συμφορᾶς.
γυναῖκες, οὐκ ἀνάσχετ’, οὐκ ἀνέξομαι·
ῥίψω, μεθήσω σῶμ’, ἀπαλλαγήσομαι
βίου θανοῦσα· χαίρετ’, οὐκέτ᾿ εἴμ᾿ ἐγώ.
Σὺ δ’ εἰπὲ, τίνι κέκριται τρόπῳ θανεῖν
Παῖδ’ ; ἆρα λευσίμῳ χερὶ ψῆφος θανεῖν
ἢ δὴ σιδήρῳ πνεῦμ’ ἀπορρῆξαι κρίσις;
Ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
βαίνων, πυθέσθαι δ’ ἤθελον τοῦ δὴ πέρι·
σῷ γὰρ ἀεί ποτ᾿ εἶχον εὔνοιαν τέκνῳ,
βλέπων νιν, οἷ’ ἔρεξε θαυμέστ’ ἐν βροτοῖς,
κἀμοῦ δὲ διήνοιξεν ὀμμάτων κόρας·