Ancient Greek · ~7 min
Section 1, lines 1.381-1.427
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.381-427
Not analysed yet
ὁρῶ δ’ ὄχλον δραμόντα καὶ φθάσαντ᾿ ἄκραν,
ἀστῶν δὲ δή τιν’ ἠρόμην ἄθροισμ’ ἰδών·
Τί καινὸν ἄστει; μῶν τὶ δυσμενῶν πάρα
ἄγγελμ’ ἀνεπτέρωκεν Ἑβραίων πόλιν; “
Ὄδ᾿ εἶπ᾿· „Ἰησοῦν κεῖνον οὐχ ὁρᾷς πέλας
ἐστῶτ’, ἀγῶνα θανάτου δραμούμενον; “
ὁρῶ δ’ ἄελπτον φάσμ’, ὃ μή ποτ᾿ ὤφελον,
τὸν μὲν κατηφῆ καὶ σιγῶνθ’ ἑστηκότα,
τοὺς δ’ ὥστε κύνας αἵματος διψαλέους
κύκλῳ περιτρέχοντας, ἐγκεχηνότας.
Ἐπεὶ δὲ πλήρης ἦν Ἰουδαίων ὄχλος,
δείλαιος ἀγὸς διχόμυθ’ ἐφθέγγετο,
λόγους ἑλίσσων ἄλλοτ᾿ ἄλλους ἐν φόβῳ ,
τέλος δ’ ἔφη, σὸν Υἱὸν ἐκπαγλούμενος,
ὡς ἀκέραιον, ἀνεπίπληκτον βλέπων
καὶ ξυνετῶς χωροῦντα πρὸς πάντας λόγους,
τοὺς δ᾿ οὐκ ἐπαινῶν ὡς φονῶντας ἀνόμως,
καθ’ οὗπερ οὐχ εἵρισκεν αἰτίαν φόνου,
ἔλεξε γοῦν, ἔλεξε· Τίς χρῄζει λέγειν,
ὡς ἄρ’ Ἰησοῦν κατθανεῖν, ἢ μὴ χρεών;
καὶ τόνδ’ ἀφεῖναι μᾶλλον ἢ μιαιφόνον,
ὧν εἶχον ἐν δεσμοῖσι λῃστήρων ἕνα.
Ἐπερρόθησαν δ’, ὡς θανεῖν σταυρῷ δέον,
λῃστῆρα δ’ ἀφεῖναί τε τὸν κακεργάτην.
Ὁ δ’ ἡγεμὼν ἔφησε τοῖσδ’ ἐναντία,
ἀλλ’ οὐκ ἔπειθ’ ὅμιλον εὖ δοκῶν λέγειν·
ἄλλος γὰρ αὖθις εἶπε τῷδ’ ἐναντία,
κραυγῇ πίσυνος κἀμαθεῖ τολμηρίᾳ·
ὃς δ’ οὐκ ἐπῄνει· κἀπὶ τῷδ’ ἀνίσταται
ὄχλου θόρυβος ἀθυρογλώσσου μέγας,
ὃς δὴ κέκραγε Παῖδα σὸν θανεῖν θέμις.
κεῖνος δὲ νικᾷ κακὸς ἐν πλήθει λέγων,
ὃς εἶπε δεῖν σὸν Παῖδα θανεῖν ἐν ξύλω.
Ἤδη δ’ ἕως πέφηνεν, ἐκρέει κνέφας,
καὶ δή νιν ἑλκύσουσιν ἔξω τῆς πύλης
ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
δραμούμενον, καθ’ ὃν θανεῖν ἐστὶ κρίσις
ἐν ἡμέρᾳ γὰρ τῇδε λείψει τὸν βίον.
Αἲ αἴ· κακῶν ἀρχηχὸν ἐκφαίνεις
ναὶ ναὶ κακῶν πέλαγος ἡ τάλαιν’ ὁρῶ
τοσοῦτον, ὥστε μήποτ᾿ ἐκνεῦσαι πάλιν
μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε ξυμφορᾶς.
Φεῦ τῆς Ἑβραίων, πη προβήσεται, φρενός·
Τί τέρμα τόλμης καὶ θράσους γενήσεται,
εἰ καὶ Θεοῦ τολμῶσι τεκταίνειν φόνον;
καὐτοῦ μὲν οὔ μοι φροντίς· οὐ γάρ που μόρος
κατακρατήσει θανατοῦντος τὸν μόρον·