Ancient Greek · ~7 min
Section 1, lines 1.428-1.474
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.428-474
Not analysed yet
ἔτικτον αὐτὸν, οἶδα δ’ ὡς ἐγεινάμην
στερρὰς φυγοῦσα τῶν τόκων ἀλγηδόνας·
αὐτοὺς δὲ πενθῶ συμφορᾷ κεχρημένους·
ἔσται γὰρ, ἔσται ποινάτωρ δίκη φόνου,
ὃν δυσσεβεῖς τολμῶσιν ἀνόμως φθόνῳ.
Αἲ αἰ
Οὐ νῦν τὸ πρῶτον, ἀλλὰ πολλάκις φθόνος
ἔβλαψε πολλοὺς, οὐ τόσον δ’, ὅσον φίλους
αὐτοῦ τανῦν βλάψειεν, Ἑβραίων ὄχλον.
Τί τούσδε κινεῖς, ἀναμοχλεύεις λόγους;
Ὀλωλέ σοι Παῖς, καὶ κινεῖς πολλοὺς
Ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλείσεις στόμα,.
Σωτῆρα κόσμου σὺ δοκεῖς ὀλωλέναι;
βραχὺ προβᾶσα Παιδὸς ὄψει σου πάθη
ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
τρέχοντος, ᾡ ξῶντ᾿ ἢ θανόντα νῦν ἴδῃς.
Οἴμοι, τί λεύσω; Χερσὶ τῶν ἀλαστόρων,
θεηγενές μοι Τέκνον, ἕλκῃ καὶ φέρεις,
ἐις δεσμά ἦλθες καὶ θέλων ἄγῃ σφίσιν,
ὁ δεσμολύτης τοῦ γένους τῶν δεσμίων.
Ἒ ἒ ἔ·
Ταῦτ᾿ ξυνῳδὰ τοῖς πρὶν ἀγγέλου λόγοις
οὐδ’ ἐλπίσι ξύμφωνα ταῖς ἐμαῖς, Τέκνον.
Ἀλλὰ ξυνῳδὰ τοῖς προηγορευμένοις,
οἷς εἶπε παθεῖν χερσὶ τῶν ἀλαστόρων.
Αἲ αἰ, τὶ δράσω; καρδία γὰρ οἴχεται.
Πη τίη πορεύῃ, Τέκνον; ὡς ἀπωλόμην·
Ἕχητι τίνος τὸν ταχὺν τελεῖς δρόμον;
Μὴ γάμος αὖθις ἐν Κανᾶ, κἀκεῖ τρέχεις,
ἵν᾿ ἐξ ὕδατος οἰνοποιήσῃς ξένως;
Ἐφέψομαί σοι, Τέκνον, ἢ μενῶ σ’ ἔτι;
Δὸς δὸς λόγον μοι, τοῦ Θεοῦ Πατρός Λόγε,
μὴ δὴ παρέλθῃς σίγα δούλην μητέρα·
νῦν γὰρ στόματος φιλίου χρῄζω σέθεν
φωνῆς ἀκοῦσαι καὶ προσειπεῖν, ὦ Τέκνον.
Δός μοι, πρὸς αὐτοῦ Πατρός, ὦ Τέκνον, σέθεν,
σοῦ θεσπεσίου χρωτὸς ἅψασθαι χεροῖν
ψαῦσαι ποδῶν τε καὶ περιπτύξασθαί σε.
Φεῦ φεῦ, τί δράσω; καρδία μου δίκεται.
Ὠ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν φόβον,
προσέλθατ᾿, ἀσπάσασθε καὶ προσείπατε,
λάζεσθε χειρὸς δεξιᾶς. Τάλαιν’ ἐγὼ.
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
Αἲ αἴ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
Γυναῖκες, ὄψιν στυγνὰν ὡς εἶδον τέκνου,
ποθῶ τεθνάναι, ζῆν δ’ ἔτ᾿ οὐδαμῶς φέρω.
οἴμοι, τί δράσω; πῶς λάθω λαῶν χέρας;