Ancient Greek · ~7 min
Section 1, lines 1.475-1.524
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.475-524
Not analysed yet
ἐχθροὶ γὰρ ἐξίασι πάντα δὴ κάλων,
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
Τί γοῦν τί δράσω; πῶς φύγω τόσους βρόχους;
Οὐκ οἶδ’, ἀδελφὴ φιλτάτη· δέδοικα γὰρ,
κἀμοὶ κατ᾿ ὄσσων θερμὸν ὡρμήθη δάκρυ.
ὀπισθόπους δ’ ἔξιθι καὶ σιγῇ βᾶθι.
Ἕρπ᾿ εἰς τὰ δεινά· νῦν ἀγὼν εὐψυχίας·
ἡμεῖς δ’ ἐφεψόμεσθα δειλαίᾳ βάσει·
ὄχλος γὰρ αὐτὸν μαινόλης περιτρέχει,
κοὐ δεῖ πελάζειν ἐγγὺς ἐνθυμουμένοις.
βαρεῖα γὰρ φρὴν, οὐδ’ ἀνέξεται βλέπειν
ὅμιλος ἐχθρὸς, δυσμενὴς, μιαιφόνος
ὁρμήν τε δεινὸς στυγερᾶς γνώμης ῥοπῇ,
ἄγριον ἦθος, βαρβάρου φύσις φρενός.
Δέδοικα δ’ αὐτὸν, μή τι βουλεύσας νέον
δριμυτέραν σοι συμφορὰν συσκευάσῃ·
καὶ κάρτα τόνδ’ ὁρῶσα δειμαίνω πλέον,
μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος,
κἄπειτα μείζω συμφορὰν δέξῃ νέαν,
ἔγκατα Παιδὸς εἰ λεωφόρος
Ἀλλ’ ἐκκλίνασαι βραχὺ τῶν ἀλαστόρων
ἐπισκοπῶμεν δρᾶμα τῶν μιαιφόνων.
Ἴωμεν οὖν, ἴωμεν, ᾗχί που νάπος.
Νικᾶτ’, ἐπειδὴ ταῦτα πάσαις ἁνδάνει·
καὶ λοιπὸν ἀπίωμεν, ἔνθ᾿ ὑμῖν δοκεῖ.
Ἐντεῦθεν ἀθρεῖν ὡς ἐξ ἀπόπτου δέον.
Δειλαί᾿ ἐγὼ δύστηνος, ὡς Παῖδ’ οὐχ ὁρῶ
πάσχοντα δεινὰ, μέχρι καὶ τύμβος λάβῃ.
ὄχλους δ’ ἔφυγον, ἳνα μή τι καὶ πάθω.
Τί μοι δ’ ἔτι ζῆν κέρδος ἐστὶν ἐν βίῳ;
Αἴθ᾿ πότμῳ καταλύσαιμ᾿ ἂν τάχει,
εἰ μὴ μεγάλως καταγηράσκειν ἔχω,
ὡς ἐλπίς ἐστι Παιδὸς ἀνισταμένου
ἔθνη τε συνάγοντος ἐνδίκῳ κρίσει,
ὃν συγγενεῖς κτείνουσιν Ἑβραῖοι φθόνῳ,
ναὶ συγγενεῖς μου τλήμονος μητρὸς λέγω,
οὐ Πατρός αὐτοῦ τοῦ βροτωθέντος Λόγου,
ὃν ἀσπόρως ἔτικτον, οἶδ’, ὑπὲρ λόγον
στερρᾶς τ᾿ ἔφυγον ἐν τόκοις ἀλγηδόνας.
Πέποιθα γὰρ, πέποιθα, κἂν πολλὰ στένω,
πάσχοντα μὴ φέρουσα τοῦτον νῦν βλέπειν.
Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην,
ἀλλ’ εἴμ᾿ ἄκομψος ἐκφέρειν μυστήρια·
ὅμως δ’ ἀνάγκη συμφορᾶς ἀφιγμένης
γλῶσσάν μ’ ἀφεῖναι. Πρῶτα δ’ ἄρξομαι λέγειν,
ὅθεν μ’ ὑπῆλθε πρῶτον οἷα μητέρα,
φέρουσαν ἁγνὸν ἐς τόδ’ ἡμέρας δέμας.
Οὐκ οἶδα τέρψιν ἢ λόγῳ κλύειν φέρω
γραφῇ τε λεύσειν· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
ἐγὼ πρόθυμος, παρθένον ψυχὴν δ’ ἔχω.