Ancient Greek · ~7 min
Section 1, lines 1.525-1.569
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.525-569
Not analysed yet
Ὄμνυμι τὸν σύμπαντα σαφῶς εἰδότα
μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν·
ἢ κατολοίμην ἀκλεὴς, ἀνώνυμος,
καὶ μήτε πόντος μήτε γῆ μήτ᾿ αὖ πόλος
τὸ σῶμά μου δέξαιτο καὶ ψυχὴν χέρες
πάσχοντος Υἱοῦ γ’, ὡς κατ᾿ εὐχήν ἐστί μοι,
ἐλπὶς τρέφει τε κοὐ καταισχυνεῖ δέ με.
Ταῦτ᾿ οἶδα· νῦν γὰρ οὐ θέμις πέρα λέγειν
θρηνοῦσαν, ὡς δεῖ· δακρύων γὰρ ἄξια
πέπονθα πόλλ’, οὐκ οἶδα δ’, εἰ τι προσπάθω.
Πρῶτον δ’ ὅμως μοι τἀγάθ’ ἐξᾷσαι δέον·
τοῖς γὰρ κακοῖσι πλείον᾿ οἶκτον ἐμβαλῶ.
Ἤμην ἄνανδρος καὶ μένουσα παρθένος·
ἃ γὰρ γυναικὶ σώφρον’ ἔσθ᾿ εὑρημένα,
ταῦτ᾿ ἐξεμόχθουν τοῦ Θεοῦ πολλὴν χάριν
μετροῦντος ἀεὶ καὶ νέμοντος ἀφθόνως.
Πρῶτον μὲν οὐν γε, κἂν προσῇ, κἂν μὴ προσῇ
ψόγος γυναιξὶν, αὐτὸ τοῦτ᾿ ἐφέλκεται
κακῶς ἀκούειν, εἴ τις οὐκ ἔνδον μένει,
οὗπερ πόθον παρεῖσ’ ἔμιμνον ἐν δόμοις
εἴσω μελάθρων, κομψὰ θηλειῶν δ’ ἔπη
οὐκ εἰσεφρούμην· τὸν δὲ νοῦν διδάσκαλον
αὐτῆς ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοὶ,
τὸ σωφρονεῖν ἐν πᾶσιν εἰδυῖ’, ὡς καλὸν
καὶ δόξαν ἐσθλὴν πανταχοῦ κομίζεται,
γλώσσης τε σιγὴν πᾶσιν ὄμμα θ’ ἥσυχον
παρεῖχον, ᾔδειν δ’, οἷς μ᾿ ἐχρῆν νικᾶν κόρας,
καὶ τίσι νίκην ὧν ἐχρῆν παριέναι.
Ἀκήρατον δέ μ’ ἐκ Θεοῦ λαβὼν ἀνὴρ
αὖθις τὸ παρθένειον ἅμμ’ ἀκήρατον
τηροῦσαν ἀπέδωκεν· οὐδ’ ἔστιν λόγος,
τὰ πράγματ᾿ αῦτὰ καὶ γὰρ ἀπήλεγξέ με.
Οὕτως δ’ ἔχουσα τῷ Θεῷ μνηστεύομαι,
κἀντεῦθεν Υἱὸν, πῶς ἐρεῖς; ἐγεινάμην,
ὅπως γυνὴ οὔ τις κομπάσει τεκεῖν ποτέ.
καλλίστα, πότνα, σεμνότατα παρθένε,
ἄνανδρον ἠδ’ ἄνυμφον ἴδμεν μητέρα
μόνην σε πασῶν τῶν κατὰ γῆν μητέρων.
Μαιευσάσης χεὶρ κλῆρον οὐ δεδεγμένη
κατηγόρησε πιστὰ σοῦ θείου τόκου,
Θεὸν τε, φὴς, ἔκλυες ἀγγέλου τεκεῖν,
ἔργα θ’, ἅπερ δέδρακεν, οὐ θνητοῦ γένους,
καὶ θάμβος ἐστὶν, εἰ πάθῃ θνητῶν πάθος.
Θαυμαστὸν εἶπας, εἰ τόδ’ εὐδοκεῖ Πατὴρ
ὡς διὰ τούτου τοὺς βροτοὺς ἀγάθ’ ἔχειν.