Ancient Greek · ~7 min
Section 1, lines 1.616-1.662
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.616-662
Not analysed yet
Ἀλλ’, ὦ φίλ’ Υἱὲ, μή μ’ ἔρημόν σου λίπῃς.
Αἲ αἴ·
Θρηνοῦσα πολλὰ τρανὸν οὐδὲν δεικνύεις·
πη γάρ μ’ ἀπαγγελεῖς ἀκούειν δείματα
πείθεις τε πολλὰ δειματοῦσθαι τοῖς λόγοις,
πη δὲ θρασύνεις, κοὐδὲν ἄρα καθαρῶς.
Οὐ μακρὰν ἔσται τέρμα τῶν ἠλπισμένων.
Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
γραφῇ δ’ ἰδοῦσα καὶ κλύουσ’ ἐπίσταμαι·
ναύταις γὰρ ἢν μέτριος ᾖ χειμὼν φέρειν,
προθυμίαν ἔχουσι σωθῆναι πόνων,
ὁ μὲν παρ’ οἴαχ”, ὁ δ’ ἐπὶ λαίφεσι βεβὼς,
ὁ δ’ ἄντλον εἵργων ναός· ἢν δ’ ὑπερβάλῃ
πολὺς ταραχθεὶς πόντος, ἐνδόντες φορᾷ
παρῆκαν αὐτοὺς κυμάτων δρομήμασιν.
Οὕτως δὲ κἀγὼ δείν’ ὁρῶσα πήματα
ἄφθογγός εἰμι καὶ παρεῖσ’ ἐῶ στόμα·
νικᾷ γὰρ, ὡς οὐκ ἐκ Θεοῦ, δεινὸς κλύδων.
Σὲ δ’ ἐλπὶς ἀσφαλεστάτη δ’ εἴθε τρέφοι,
δέσποινα παγκοίρανε, μῆτερ Κοιράνου.
Ἀλλ’ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
τίν’ ὧδε δ’ αὖ δέδορκ’ ἰθύνοντα δρόμον;
Ἂ ἄ· τίνα στείχοντ᾿ νῦν ἐνθάδε
στυγνοπρόσωπον, δακρύων πεπλησμένον;
Δέσποινα κούρη, Δεσπότου μῆτερ Λόγου,
μή με στυγήσῃς· οὐχ ἑκὼν, ἑκὼν δ’ ὅμως
λύπρ’ ἀγγελῶ σοι πρὸς παλαιοῖς καὶ νέα.
τέ δ᾿ ἐστίν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.
Δέσποινα κούρη, πῶς ἐρῶ; πῶς σοι φράσω,.
σοὶ γὰρ μερίμνης ἄξιον φέρω λόγον
σφοδρᾶς τ᾿ ἀνίας καὶ πικρῶν ἀλγηδόνων.
Ὦ πότνα κούρη, σεμνότατα παρθένε,
ὥς σε στενάζω λυγρὸς ὢν μύστης, ὅμως
τῷ Μυσταγωγῷ πιστὸς, κἂν πάσχονθ’ ὁρῶ.
Τί δ’ ἐστίν; ‘Eβραίων τί μηνύεις νέον;
Παῖς νῦν σὸς οὐκέτ᾿ ἔστιν, ὡς εἰπεῖν ἔπος·
δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.
Πῶς φής; τί τοῦτ᾿ ἔλεξας; οἶδας δ’ αὖ πόθεν;
Ἄγ’, εἰπέ μοι, φράσον, τίνι θνήσκειν μόρῳ
Χριστὸν τανῦν φὴς, Παῖδ’ ἀθανάτου Πατρός;
ὡς ἐλπὶς ἦν καὶ τόνδ’ ἀθάνατον μένειν
ῥύστην τ᾿ ἔσεσθαι παντὸς Ἰσραὴλ γένους.
Ἐπεὶ πόλιν γε τῆσδε Σαλομὼν χθονὸς
λιπόντες ἀφίκανον ἐς στρωτοὺς λίθους
ἄνακτ᾿ ἐμὸν σύροντες ἀλάστωρ ὄχλος,
αὐτίχ᾿ ὅμιλος οὐρανοδρόμῳ ξύλῳ
ἀνῆγον, ἦγον, ἦγον εἰς ἄκρον τέλος,
ὀρθὸς δ’ ἐς ὀρθὸν αἰθέρ’ ἐστηρίζετο.