Ancient Greek · ~7 min
Section 1, lines 1.663-1.711
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.663-711
Not analysed yet
Ἐς κλῶνα δ’ ἐγκάρσιον ἄλλον εὐθέως
ἔτεινον, ἐξέτεινον, ἥλωσαν χέρας,
πόδας δὲ καθήλωσαν ἐν πηκτῷ ξύλῳ.
Ὡς δ’ ἔσχον οὕτως Δεσπότην ἠρτημένον,
ἄλλοι μὲν αὐτὸν καλάμῳ κραταιβόλῳ
ἔβαλλον, ἀντίπυργον εἰσβάντες πέτραν,
ἄλλοι δ’ ὑσώπῳ σπόγγον ὄξους ἔμπλεον,
χολῇ κεκραμένου δ’ ἀνῆγον ἐς στόμα,
οἵδ’ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμένοι,
οὔτ᾿ εἶδον, οἷ’ ἔρεξε θαύματ’ ἐν βροτοῖς,
ἄλλως διῆγον καὶ διήνεγκαν Κᾶρας
καὶ στέρν’ ἔτυπτον ἀμαθῶς ἀγνωσίᾳ.
Ἐγὼ δὲ πόρρω, Δεσπότῃ γὰρ εἱπόμην,)
πρῶτον μὲν εἰς χλοηρὸν ἷζον που νάπος
τά τ᾿ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
ἔσωζον, ὡς ὁρῶν νιν, οὐχ ὁρώμενος
ὄχλῳ κακεργάτῃ τε καὶ μιαιφόνῳ·
σέ τ᾿ αὐ δακρυχέουσαν ἑστῶσαν ἰδὼν
ἤλυθον εἰπεῖν οὐ καλῶς πεπραγμένα.
Ἰώ μοι, ἰώ·
Αἲ αἲ, τί δράσω; καρδία γὰρ οἴχεται.
Πῶς πῶς δ’ ἔτι ζώ καὶ φέρω ταῦτα κλύειν;
ἰδεῖν δὲ ταῦτα πῶς ποτ᾿ οἴσω παντλάμων;
Ἴτ’, ὦ γυναῖκες, τῆς Γαλιλαίας τέκνα,
προσείπατ᾿ καὶ προπέμψατε χθονός.
Ὠ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν δέος.
Σὺ γὰρ φύγῃς τὸν δῆμον, ὡς τί μὴ πάθῃς;
Κἀγὼ δὲ τόνδε λοιπὸν εἰς τί καὶ τρέσω;
Ἴωμεν οὖν, ἴωμεν, ἀπέστω φόβος·
τί γὰρ ἔτι ζῆν κέρδος ἡμῖν ἐνθάδε;
Ἀλλ’ ἀπίωμεν, ὡς ἴδω Παιδὸς πάθη.
Ἰώ μοι, ἰώ·
Γυναῖκες, ὄψιν φαιδρὰν οὐχ ὁρῶ τέκνου·
χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον.
Γυναῖκες, ὄμμα στυγνὸν ὡς εἶδον τέκνου,
ποθῶ τεθνάναι, ζῆν δ’ ἔτ᾿ οὐδαμῶς στέγω.
χωρεῖτε χωρεῖτ’, οὐκέτι τὸ ζῆν φέρω.
Ὠ κοινὸν ὠφέλημα θνητοῖσιν φανεὶς,
Τέκνον ποθεινὸν, τοῦ δίκην πάσχεις τάδε;
ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
ἁγνὰς γὰρ, ἁγνὰς χεῖρας αἱμάτων φέρεις
ἁγνά τε χείλη καὶ μέλος πᾶν καὶ στόμα,
ψυχὴν πάναγνον ἄδολον τε καρδίαν.
Καὶ πῶς ὁρῶ λῃσταῖς σε συνηρτημένον;
οὐδ’ ἐξ ἐπακτοῦ τινὸς ἐχθρῶν πημονῆς,
φίλος δ’ ἀπόλλυσ’ οὐκ ἄκονθ’ ἑκουσίως
μύστης, ὃν ὑπέδειξας ἄρτῳ σοῖς φίλοις
φειδεύμενος τάλανος, ὡς φύγῃ κακὸν,
κἂν οὐ συνῆκεν ἐμπαγεὶς βροχώμασι.