Ancient Greek · ~7 min
Section 1, lines 1.712-1.759
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.712-759
Not analysed yet
Τίνος δ’ ἕκητι γῆς ἀποστέλλει Πατὴρ,
τί σ’ ὧδ’ ἀτίμως ἠθέλησε τεθνάναι,.
Δύστηνος, οἷον οἷον ἔργον νῦν βλέπω
οὐ τλητὸν οὐδὲ λεκτὸν, ἀλλ’ ἀπωλόμην.
Αἲ αἵ, Τέκνον, σῶν πανταδίκων σφαγμάτων·
αἰ αἰ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι,
οὐκ ἐξαμαρτὼν αὐτὸς, ἀλλ’ ἁμαρτίας
πρώτης γυναικὸς ἐξιώμενος βλάβην
Οἰδ᾿ οἶδα μὲν τάδ’, οἶδα δ’ οὐχ, ὅπως φράσω.
καὶ συνιῶ μὲν, οἷα ταῦτ’ ἔσται τάχει.
ἄλγος δ’ ὕπερθεν τῶν ἐμῶν ἐλπισμάτων.
στένω τε πυκνὰ συμφορᾷ νικωμένη ,
δάκρυσί τε βλέφαρα θερμοῖς τέγγεται·
ἀεὶ γάρ ἐστι τῶν γυναικείων φῦλον
πολύστονον τε καὶ πολύδακρυ πλέον.
Ἴδ’, ὦ γυναικῶν ἐξ ἁπασῶν βελτίων,
ὁ παρθένος πάρεστιν υἱός σοι νέος,
ἰδοὺ δὲ καὶ σοὶ, μύστα, μήτηρ παρθένος.
Τί γοῦν, τί, γύναι, δακρύοις τέγγεις κόρας;
τί δ’ αὖ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς
καὶ συγχυθεῖσ’ ἕστηκας, ἡνίκ’ εὐτυχεῖς,
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ τρόπον;
Ταῦτα ξυνῳδὰ τοῖς προηγορευμένοις,
οἷς αὐτὸς εἶπον καὶ θεοπρόπων στόμα.
Νῦν καιρὸς ἐχθρὸν γηγενῶν τίσειν δίκην.
Τί δῆτα λοιπὸν σῷ γ’ ἐπιστένεις Τέκνῳ ;
Οὐδέν· λαοῦ τοῦδ’ ἐννοουμένη πέρι
ἔγωγ᾿ ἐμαυτῇ πρὸς λόγους ἀφικόμην
καὶ τούσδε θρηνῶ συμφορᾷ νικωμένη
ᾤμωξα θ’, οἷον ἔργον ἔστ᾿ εἰργαστέον
τοὐντεῦθεν αὐτοῖς, οἵ σ’ ἀνήρτησαν, Τέκνον,
καραδοκῶ τε πάνθ’, ὅπη προβήσεται.
λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
Τον μὲν γὰρ ἡμῶν δυσμενῆ πεφυκότα
ῥᾷον κτενεῖς σὺ καὶ καταβάλῃς μόρον
θᾶττόν τ’ ἀνιὼν τοὺς ἀλάστορας τίσεις·
γυνη δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ·
ὅθεν κἀγὼ στένουσα καὶ πεπληγμένη
κέντροις ἀνίας ἡ τλάμων ὀδύρομαι.
Εἴμ’ εὐκλεὴς μὲν, ἀλλ’ ὅμως ἀπόλλυμαι
στερουμένη σῆς θεσπεσίας μοι θέας.
Ως γὰρ ἄελπτον δρᾶμα προσπεσὸν τόδε
ψυχὴν διέφθαρκ’· οἴχομαι γοῦν, τοῦ βίου
χάριν μεθεῖσα κατθανεῖν χρῄζω, Τέκνον ·
καὶ γὰρ ἔρημος ἄπολις τε τρύχομαι,
οὐ μητέρ’, οὐκ ἀδελφὸν οὐδὲ συγγενῆ
μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
Κἂν μὴ τάχιστ᾿ ἴδω σε, πῶς οἴσω ,Τέκνον ;