Ancient Greek · ~7 min
Section 1, lines 1.760-1.804
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.760-804
Not analysed yet
Ἀλλ’, ὦ φίλ’ Υἱὲ, μή μ’ ἔρημόν σου λίπῃς.
Θάρσησον· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι,
τὸ σὸν δ’ ἄραρε μᾶλλον· ἐξηγοῦ Θεὸν·
εὕρημα δ’ οὐκ οἶσθ’ οἷον εὕρηκας τόδε·
θήσω γὰρ αὖ σοι δῶρ’, ἃ καλλιστεύεται
ἐν οὐρανῷ γαίῃ τε καὶ πάσῃ κτίσει.
Πολλῶν δ’ ἕκατι τήνδε σοι δώσω χάριν.
Πέποιθα κοὔτι σοῖς ἀπιστῶ που λόγοις.
κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γινώσκω καλῶς·
ἐγώ σ᾿ ἔτικτον, οἶδα δ’, ὡς ἐγεινάμην·
ὑπερτερεῖ δ’ ἄλγημα τῶν ἐγνωσμένων.
Ἀλλ’ ἄντομαι σε τοῦδε πρὸς σωτηρίου
πάθους, φέροντος ἀπάθειαν τῷ γένει,
μητροπρεπῶς τε σῶν ποδῶν ἐφάπτομαι,
οἴκτειρον, οἴκτειρόν με τὴν δυστλήμονα
καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν σοῦ λίπῃς,
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον,
ἢν θᾶσσον οὐ βούλοιο σὴν δίκην κρίναι.
Οὕτως ἔρως σοι πρὸς Πατρός τελεσφόρος
σκοποῦ γένοιτο, καὶ θανόνθ’ ἑκουσίως
ἴδοιμι νεκρέγερτον ἤματι τρίτῳ,
ὡς αὐτὸς εἶπας πολλάκις πρὸς σοὺς φίλους·
τὸ πᾶν γὰρ οὕτως ἀσφαλέστερόν τ᾿ ἐμοὶ,
σύ τ᾿ αὐτὸς ὢν ὄλβιος ὀλβίου Πατρὸς
γνωσθεὶς ἀνυμνηθῇς γε πάσῃ τῇ κτίσει.
Μὴ γοῦν διάξω λυπρὸν εἰς μακρὸν βίον,
ὄχλος δ’ ἀλαστόρων γε τίσει τὴν δίκην
τὸν Δεσπότην κτείνας σε γῆς τε καὶ πόλου.
Οὑτοι γὰρ, ὡς ἔδρασαν, εὕρωσιν κακὰ,
ἃ τοῖσι δυσσεβοῦσι γίνεται βροτοῖς·
ἀλλ’ οὐ γὰρ αὐτῶν φροντίδ’ ὡς τέκνων ἔχω,
μή πως πάθωσιν οἱ προσήκοντες σφίσι,
πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον·
ἀλλ᾿ αὐτὸς, ὦ σπλάγχνον, θεηγενὲς φάος,
κάτειργε, κατάπαυσον, ἔξελ’ ἐκ φόνου
ἐγκατάλειμμα σπέρματος πεφιλμένου.
Αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι,
πολλῶν δ’ ἕκητι τήνδε σοι δοῦναι χάριν
ἐγὼ πρόθυμός εἰμι, κοὐκ ἂν ἐκπέσῃς.
Συλλήψομαι γὰρ τοῦδέ σοι πάμπαν σκοποῦ,
αὐτή τε γνοίης ζημίας ἀντιστροφὴν,
ἀπαλλαγεῖσα τῆσδε τῆς ἀθυμίας.
Ὤμοι, φρενὸς σῆς εὐγενοῦς τε κἀγαθῆς·
Ὠ Τέκνον, οἵᾳ συμφορᾷ συνεζύγης·
τὸ δ’ εὐγενές σου τῶν φρενῶν σῶον μένει·